Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Δ.
Scholia in Homerum, Scholia in Iliadum 1.132-2
Not analysed yet
320. ἀλλʼ οὔ πως ἅμα πάντα] ὁ ἀστερίσκος καὶ ὁ ὀβελὸς, ὅτι εἰ ἀμφότερα αἱρετὰ ἔκρινεν ὁ Νέστωρ, καὶ τὸ γῆρας καὶ τὴν νεότητα, εὐλόγως ἂν ἔλεγεν ἅμα πάντα. μετενήνεκται δὲ ἐξ ἄλλου τόπου, ὅπου φησὶν “ἀλλ᾿ οὔ πως ἅμα πάντα θεοὶ δόσαν ἀνθρώποισιν· ἄλλῳ μὲν γὰρ ἔδωκε θεὸς πολεμήϊα ἔργα, ἄλλῳ δʼ ἐν στήθεσσιν” (Il. 13, 729). *ἱκάνει] Ἀρίσταρχος γῆρας ὀπάζει, ἐπείγει, ἐλαύνει. ἀπὸ δὲ τοῦ κατόπιν ἐσχημάτισται.