Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Κ.
Scholia in Homerum, Scholia in Iliadum 1.132-3
Not analysed yet
292. Πτολεμαῖος ὁ τοῦ Ὀροάνδου ἀνέγνω ἦνιν ὡς μῆνιν· καὶ τοῦτο ὀφείλει εἶναι τὸ ἀνάλογον. Τυραννίων δὲ ὀξύνει τὴν πρώτην· καὶ δῆλον ὅτι δώσει καὶ τὴν ἐπὶ τέλους ἐκτείνεσθαι· ὀξεῖα γὰρ μετὰ μακρᾶς βραχείας ἐπιφερομένης οὐ πίπτει κατὰ τὸ κοινὸν ἔθος, ὑπε- σταλμένων τῶν σεσημειωμένων, λέγω δὲ τοῦ εἴθε αἴθε ναίχι, περὶ ὧν καὶ λόγον δεδώκαμεν. τάχα οὖν καὶ τὸ ηνιν ἐκτείνει ὁ Τυραννίων διὰ τὸ μέτρον, οὐχὶ διὰ τὸ πληθυντικόν “ἤνις ἠκέστας” (Il. 6, 94)· καὶ γὰρ πόλις λέγουσι καὶ πόλιν καὶ μάντις καὶ μάντιν.