# Scholia in Iliadum 1.133-3-139

Scholia in Homerum, Scholia in Iliadum, 1.133 to 1.139. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.133-3

324, 325. ὁπλότεροι] ὅτι παραλλήλως νεώτεροι μὲν ἀντὶ τοῦ νέοι, ὁπλότεροι δὲ συγκριτικῶς ἀντὶ τοῦ ἐμοῦ νεώτεροι. οὐδέποτε γὰρ ἀντὶ τοῦ νέοι εἴρηκε τὸ ὁπλότεροι· τὸ δὲ νεώτεροι κατʼ ἀμφοτέρων τίθεται παρʼ αὐτῷ, καὶ συγκριτικῶς καὶ ἀπολελυμένως. 327. Πετεῶο] ἰστέον ὅτι τούτου τοῦ ὀνόματος ἡ ἀνάλογος εὐθεῖά ἐστιν ὁ Πετεός τοῦ Πετεοῦ ὡς ἐνεός ἐνεοῦ, καὶ Ἀττικῶς κατʼ ἐπέκ- τασιν τοῦ ὁ εἰς τὸ ω γέγονε Πετεώς, εἶτα ἡ γενικὴ τοῦ Πετεῶ, καὶ κατὰ πλεονασμὸν τοῦ ο γέγονε Πετεῶο. 328. μήστωρες ἀϋτῆς] δυνάμενοι κατὰ μάχην μήσασθαι, ὅ ἐστι βουλεύσασθαι, ἀφ᾿ οὗ ἐπιστήμονες μάχης. οὐκ ἐπεξεργάζεται δὲ τὸ τακτικὸν τοῦ Μενεσθέως· ἠρκέσθη γὰρ Νέστορι. 329. * οὕτως Ἀρίσταρχος Ἰακῶς ἑστήκει. 331. ὅτι τὸ ἀκούετο ἀντὶ τοῦ ἤκουεν, καὶ ὅτι πτῶσις ἤλλακται· οὐ γάρ πω αὐτοῖς ἤκουεν ἀντὶ τοῦ αὐτῶν. 333. ?? Ἀρίσταρχος χωρὶς τοῦ θ Τρώων ἱπποδάμων. τὸ δὲ Ἀχαιῶν ἄμεινον ἀκούειν ἐπʼ Ἀχαιούς. 334. πύργος] τάξις· συνέστηκε δὲ ὁ πύργος ἐκ τ ἑξήκοντα ἀνδρῶν ὁ δὲ τρόπος μεταφορά.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
