# Scholia in Iliadum 1.133-5-142

Scholia in Homerum, Scholia in Iliadum, 1.133 to 1.142. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.133-5

298. διά τʼ ἔντεα] ὅτι ἐντεῦθεν τὸ ἡμιστίχιον μετενήνεκται εἰς τὸν ἐπὶ Πατρόκλῳ ἀγῶνα περὶ τῶν μονομαχούντων “ ψαύσῃ δʼ ἐνδίνων διά τʼ ἔντεα” (Il. 23, 806), καὶ ὅτι πτῶσις ἐνήλλακται διʼ ἐντέων καὶ μέλανος αἵματος· καὶ πρὸς Ἴστρον, ὅτι οὐ γέγονε νεκρῶν ἀναί- ρεσις, εἰ μὴ ἅπαξ. 299. οὐδὲ μὲν οὐδὲ Τρῶας] ἡ διπλῆ, ὅτι οὐχ ὡς ἡ τῶν ἐπῶν ἔχει τάξις, οὕτω καὶ τὰ πράγματα. οὐ γὰρ προεληλυθότων ἤδη τῶν περὶ Ὀδυσσέα καλεῖ τοὺς προβούλους ὁ Ἕκτωρ, ἀλλὰ καθʼ ὃν καιρὸν καὶ ὁ Ἀγαμέμνων· οὕτω γὰρ καὶ ἑαυτοῖς συμπεσοῦνται οἱ ἀπεσταλμένοι. διὸ καὶ ἀντιδιασταλτικῶς λέγει, οὐδὲ μὴν οὐδὲ Ἕκτωρ εἴασε τοὺς Τρῶας εὕδειν. 305. ἐριαύχενας] μεγαλοτραχήλους, πολιούς, ἀπὸ μέρους· τὸ ερι γὰρ μόριον ἐπὶ τοῦ μεγάλου τίθεται, ὡς καὶ τὸ ζα. καὶ ἐνταῦθα δὲ τὸ ἀσύνετον τοῦ Ἕκτορος φαίνεται ὑπισχνουμένου τοὺς Ἀχιλλέως ἵππους, σὓς ἀδύνατον ἦν λαβεῖν. 306. οἵ κεν ἀριστεύωσι] οὕτως Ἀρίσταρχος, οἵ κεν ἄριστοι ἔωσι· ὁ δὲ Ζηνόδοτος αὐτοὺς οἳ φορέουσιν ἀμύμονα Πηλεί- ωνα· Ἀριστοφάνης καλοὺς οἳ φορέουσιν. * ἐν ἄλλῳ οἵ κεν ἄριστοι ἔωσι. *ὡς τῶν Ἑλλήνων αὖθις ἡττηθησομένων. 307. οἱ] ὀρθοτονεῖται καὶ περισπᾶται καὶ εἰς σύνθετον μετα- λαμβάνεται. 315. διὰ τί κήρυκος πλουσίου εἴρηκε τὸν Δόλωνα; κήρνκος μὲν οὖν εἰς τὸ εὐχερῶς ὑπακούειν, πλούσιον δὲ εἰς τὸ δυνηθῆναι ἑαυτὸν λυτρώσασθαι, ποδώκην δὲ διὰ τὸ ἐπʼ ἐλπίδι φυγεῖν τοὺς διώκοντας. *διὰ, τὸ πλουτεῖν γὰρ καὶ ἱπποτροφίας ἐπεθύμει. 317. *μοῦνος ἔην] ἄρσην δηλονότι. κασιγνήτῃσιν] ὅτι Ζηνόδοτος γράφει κασιγνήτοισι. παραιρεῖται δὲ τὸ πιθανὸν τοῦ ποιητοῦ· οὐ γὰρ μετὰ ἀρσένων αὐτὸν τεθραμμένον παρίστησιν, οἷς ἐξισούμενος ἂν εἰς ἀνδρείαν ἐτράπη. τό τε παρα- κείμενον μάχεται· πῶς γὰρ ἔτι μόνος ἦν, εἰ πέντε ἦσαν; 321. τὸ σκῆπτρον] ἀντὶ τοῦ τοῦτο τὸ σκῆπτρον. ἐφόρει δὲ Ἕκτωρ, ἐπεὶ ἐδημηγόρει. * οὕτως ἀνάσχεο διὰ τοῦ ο αἱ Ἀριστάρχου. 322. τοὺς ἵππους] ὅτι τὸ τούς οὐκ ἐστιν ἄρθρον, ἀλλʼ ἀντὶ τοῦ τούτους παρείληπται ἐν τάξει ἀντωνυμίας. 323. *οἳ φορέουσιν ἀμύμονα Πηλείωνα] γράφεται καὶ ποδώκεα καὶ ἀμύμονα.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
