Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Λ.
Scholia in Homerum, Scholia in Iliadum 1.133-6
Not analysed yet
306. ἐπὶ τὸ νότοιο διασταλτέον· τὸ γὰρ ἑξῆς, νέφεα ἀργεστᾶο νότοιο ζέφυρος στυφελίξῃ βαθείῃ λαίλαπι, ὡς τὰ ὑπὸ τοῦ νότου συναχθέντα νέφη τοῦ ζεφύρου διασκιδνάντος. καὶ χαριέντως πάνυ ἔχει ἡ ὁμοίωσις· καὶ γὰρ τοὺς Ἕλληνας ὑπʼ Ἀγαμέμνονος ἐπιστρε- φεστέρους γενομένους διέλυσεν ὁ Ἕκτωρ. ἀργεστᾶο] ἀπὸ τοῦ ἀργεστής ὀξυτόνου Βοιωτιακὴ γενικὴ ἡ ἀργεστᾶο προπερισπωμένος. πρὸς τὸ σημαινόμενον, ὅτι τὰ συνιστάμενα ὑπὸ τοῦ Λευκονότου νέφη ὁ Ζέφυρος διατινάσσει. ὁ δὲ καλούμενος Λευκόνοτος σφοδρότερός ἐστιν. Ὅμηρος δὲ τέσσαρας ἀνέμους μόνους οἶδεν.