# Scholia in Iliadum 1.134-3-139

Scholia in Homerum, Scholia in Iliadum, 1.134 to 1.139. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.134-3

308. Ζεὺς μέν που] βραχὺ διασταλτέον ἐπὶ τὸ ἄλλοι· ἀνέ- στραπται γὰρ ἡ περίοδος. 310. ῥα καὶ ἐς δίφρον] τὰ γὰρ ἐν ὅρκοις σφαζόμενα οἱ μὲν ἐγχώ- ριοι ἔκρυπτον τῇ γῇ, οἱ δὲ ξένοι θαλάσσῃ· ἢ δείξων ἀποφέρει τοῖς ἐν ἄστει, πιστωσόμενος κἀκείνοις, ἢ ὡς ἀγνοοῦντας διδάξων. τὰ δὲ θεοῖς ἀπλῶς θυόμενα ἤσθιον· ἡγοῦντο γὰρ ὥσπερ συσσιτεῖσθαι τοῖς θεοῖς. 313. τὼ μὲν ἄρʼ ἄψορροι] διὰ τί χωρίζεται ὁ Πρίαμος; καὶ οἱ μέν φασιν ὅτι ἵνα ἀφʼ ὕψους κρεῖσσον θεωρήσῃ ἀπὸ τῆς πόλεως τὴν μονομαχίαν, οἱ δὲ, ἵνα φυλάξῃ τὰ τείχη. ἄλλοι δὲ τὴν Ὁμηρικὴν λύσιν προΐσχονται, τὸ οὔπω τλήσομʼ ὀφθαλμοῖσιν ὁρᾶσθαι· ὅπερ ἄμεινον. 314. Πριάμοιο πάϊς] Πορφύριος ἐν τοῖς παραλελειμμένοις φησὶν ὅτι τὸν Ἕκτορα Ἀπόλλωνος υἱὸν παραδίδωσιν Ἴβυκος, Ἀλέξανδρος, Εὐφορίων, Λυκόφρων. 315. χῶρον μὲν πρῶτον διεμέτρεον] ἀναγκαίως διεμέτρουν πᾶν τὸ χωρίον ἐν ᾧ ἤμελλον μονομαχήσειν, ὥστε μὴ μόνον τὸν διὰ τῶν ὅπλων ἡττηθέντα νενικῆσθαι, ἀλλὰ καὶ τὸν ἀπολιπόντα τὸ ἀποδεδει- γμένον χωρίον, ὥσπερ καὶ ἐπὶ τῶν ἀθλητῶν. ἄλλοι δέ φασιν ὅτι ἵνα μὴ πρὸς τὰ ἑαυτῶν πλήθη χωρισθῶσιν, ἀλλʼ ὥσπερ ἐν εἱρκτῇ τῇ περιγραφῇ μένωσιν. 315, 316. αὐτὰρ ἔπειτα κλήρους] μετὰ ταῦτα δεόντως καὶ κλῆρον ἐποιήσαντο περὶ τῆς ἀφέσεως τοῦ δόρατος. ὥστε μὴ θόρυβον ἐμπε- σεῖν τοῦ ἑτέρου φθάσαντος διὰ τῆς πρώτης βολῆς ἀνελεῖν τὸν πολέ- μιον. ψῆφοι δέ τινες ἦσαν οἱ κλῆροι, εἰς οὓς ἐσημειοῦτο ἕκαστος· σὓς οὕτως ὠνόμασαν διὰ τὸ καλεῖσθαι ὑπʼ αὐτῶν εἰς τὰς πράξεις.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
