# Scholia in Iliadum 1.134-5-141

Scholia in Homerum, Scholia in Iliadum, 1.134 to 1.141. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.134-5

319. *ὅτι ὑφ᾿ ἓν ἑνδεκάπηχυ ἀναγνωστέον· τὸ γὰρ διπλάσιον δυωκαιεικοσίπηχυ (ll. 15, 677). οἱ μὲν διαιροῦσιν, ἔχεν, εἶτα δεκάπηχυ· οἱ δὲ ἑνδεκάπηχυ. ὁ μὲν οὖν Ἀσκαλωνίτης οὐδεμίαν προκρίνει· οἱ δὲ περὶ Ἡρακλέωνα καὶ Ἀλεξίωνα πιθανωτέραν ἠγοῦνται τὴν τοῦ ἕνδεκα ἀριθμοῦ διαστολὴν, ἐπειδήπερ τὰ ναύμαχα, τὰ ἐκ δύο συμβληθέντα καὶ κολληθέντα, λέγεται δυωκαιεικοσίπηχυ. 320. πόρκης] ὁ κρίκος ὁ συνέχων τὸν σίδηρον πρὸς τὸ ξύλον τοῦ δόρατος, διὰ τὸ πείρειν τὸ δόρυ διʼ αὐτοῦ. 322. βραχὺ διασταλτέον ἐπὶ τὸ θώρηκα· πρεπωδέστερον γὰρ ἐπὶ τοῦ τόξου τὸ ἁφόωντα. 325. τὸν δʼ ‘Εκτωρ νείκεσσεν] ὅτι κυκλικῶς κατακέχρηται· οὐδὲν γὰρ λέγεται ἐπιπληκτικόν. 326. ὅτι ἄπορον ποῖον χόλον. λύοιτο δʼ ἂν ἐξ ὑποθέσεως. μήποτʼ οὖν ἀκούων τοὺς Τρῶας καταρᾶσθαι αὐτῷ ἐχολοῦτο· ἀμείβεται γοῦν “οὔτοι ἐγὼ τόσσον χόλῳ οὐδὲ νεμέσσει” (335). 330. * εἴ τινά που] Ἀρίσταρχος ὅν τινά που. 331. *πυρὸς δηίοιο θέρηται] ὅτι ἐλλείπει ἡ ὑπό πρόθεσις, ὑπὸ πυρός. 335. Τρώων τόσσον χόλῳ] ὅτι σαφὲς γέγονε τὸ ἐν τοῖς ἐπάνω ἄδηλον διὰ τοῦ “δαιμόνι, οὐ μὲν καλὰ χόλον τόνδʼ ἔνθεο θυμῷ” (326).

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
