# Scholia in Iliadum 1.134-6-151

Scholia in Homerum, Scholia in Iliadum, 1.134 to 1.151. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.134-6

307. πολλὸν δὲ τρόφι κῦμα] ὅτι τὸ τρόφι ἀποκοπῇ τοῦ τρόφιμον. ὁ Ἡρωδιανός φησιν ὅτι ἔστη τῇ πήξει τῇ αὐξήσει· “κύματά τε τροφέοντα” (Od. 3, 290) εὐτραφῆ, καὶ τροφαλίς τὸ πεπηγὸς γάλα. 310. ἔργα γένοντο] ἀρχαῖκώτερον συντέτακται, καὶ πολύ ἐστι παρʼ αὐτῷ τὸ εἶδος. ἡ μέντοι συνήθεια τοῖς πληθυντικοῖς οὐδετέροις ἑνικὰ συντάσσει ῥήματα. 314. ἀλλʼ ἄγε δεῦρο, πέπον] σημειοῦνταί τινες ὅτι ἀριστείαν ἐνταῦθα Ὀδυσσέως παράγει. τὸ δὲ δεῦρο εἰς τοῦτον τὸν τόπον. 315. *ἔσσεται] ἡμῖν δηλονότι. 319. * βόλεται] ὅτι ἀντὶ τοῦ βούλεται. 325. *διχῶς, θηρητῆρσι καὶ θηρευτῇσι. 326. παλινορμένω] ὅτι ἀντὶ τοῦ ὄπισθεν ὁρμῶντες, ὡς παλιμ- πλαγχθέντας (Il. 1, 59). Τυραννίων δύο ποιεῖ, ὁ δὲ Ἑρμαπίας σύνθετον ἐκδέχεται καὶ Ἀρίσταρχος. εἴρηται δὲ περὶ τῆς συνθέσεως τοῦ πάλιν ὡς πρὸς τὰς μετοχὰς ἐν τῇ A, ὅτε περὶ τοῦ πλαγχθέντας διελαμβάνομεν. 327. οὐ χρὴ ὑπιδομένους τὸ ἀπεμφαῖνον—πῶς γὰρ ἀνέπνεον Ἕκτορα ;—διαστέλλειν ἐπὶ πὸ ἀνέπνεον, ἐπεὶ καὶ συναπτόντων ἡμῶν νοεῖται τὸ ὑπερβατὸν φεύγοντες Ἕκτορα. 328. ὅτι συλληπτικῶς εἴρηκεν ἑλέτην, καὶ κοινὸν ποιεῖ τοῦ ἑτέρου τὸ κατόρθωμα. ἔστι δὲ Διομήδης μόνος ὁ ἀνελών· ἐπιφέρειγοῦν (333) τοὺς μὲν Τυδείδης. 333. τοὺς μὲν Τυδείδης] ὅτι διὰ τούτου συνίσταται ὁ Διομήδης μόνος ὁ ἀνῃρηκὼς τοὺς προειρημένους. 336. * ἔνθα σφιν] ἀμφοτέροις τοῖς στρατεύμασιν ἴσην τὴν μάχην ἐξέτεινεν. 339. *οὐ γάρ οἱ ἵπποι] ἐν ἄλλῳ οὐδὲ γὰρ ἵπποι. 345. *ῥίγησε] γράφεται τὸν δὲ ἰδὼν ἐνόησε. 348. *μένοντες] Ζηνόδοτος δυῖκῶς μένοντε. 350. *σημειοῦνταί τινες, ὅτι οὕτως εἴρηται καὶ ἐπέτυχεν. 351. πλάγχθη δʼ ἀπὸ χαλκόφι χαλκός] ὑπὸ τοῦ τῆς περικεφα- λαίας χαλκοῦ ἀπεκρούσθη τὸ δόρυ. 353. αὐλῶπις] ἢ τὸν ἐπʼ αὐτῇ λόφον ἀνατεταμένον ἔχουσα, ἢ αὐλοὺς ἔχουσα εἰς σὓς οἱ λόφοι κατακλείονται. αὐλοὶ δέ εἰσι περόναι. 354. *ἀπέλεθρον ἀνέδραμε] θέλει λέγειν ὅτι ἀπὸ τοῦ δέους μέγα ἥλατο.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
