Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Η.
Scholia in Homerum, Scholia in Iliadum 1.135-4
Not analysed yet
390. τὸ ὡς πρὶν ὤφελλ’ ἀπολέσθαι εἴτε καὶ τοῖς Ἕλλησιν εἰς ἐπήκοον λέγει ὁ κῆρυξ πρὸς τὸ συγγνωμονεῖν τοῖς ἄλλοις Τρωσὶν ὡς καὶ αὐτοῖς ὀργιζομένοις, εἴτε καθʼ ἑαυτὸν καὶ ἡρέμα, ὡς Δημό- κριτος ἀξιοῖ ἀπρεπὲς ἡγησάμενος τὸ φανερῶς λέγεσθαι, ἀμφότερα προστικτέον ὡς διὰ μέσου ἀναπεφωνημένου· τὸ γὰρ ἑξῆς, ἠγάγετο Τροίηνδε, πάντʼ ἐθέλει δόμεναι. ὅτι σαφῶς ὑπὸ τῶν Τρώων ἐμισεῖτο Ἀλέξανδρος, πρὸς Ζηνόδοτον γράφοντα “ἀλλὰ μάλα Τρῶες ἐλεήμονες (II. 3, 56).