# Scholia in Iliadum 1.136-153

Scholia in Homerum, Scholia in Iliadum, 1.136 to 1.153. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.136

392. *ὅτι οὐ προγεγάμηται ἑτέρῳ καθʼ Ὅμηρον ἡ Ἑλένη. 393. *οὕτως μήν· βούλεται γὰρ λέγειν, Τρῶές γε μὴν ἕλωνται. ἄλλως. περισπᾶται ὁ ἧ· ἰσοδυναμεῖ γὰρ τῷ βεβαιωτικῷ. ὅμοιον δέ ἐστι τὸ “ἦ μὴν καὶ πόνος ἐστίν” (Il. 2, 291). 398, 399. *ὅτι ἐντεῦθεν μετάκεινται εἰς τὴν ἀποπρεσβείαν (Il. 9, 694). 402. *ἐφῆπται] ἐγγύς. πᾶν γὰρ τὸ ἁπτόμενον ἐγγὺς οὐ ἅπτεται. 407. ὑποκρίνονται] ἡ διπλῆ, ὅτι πρόθεσις ἐνήλλακται, ἀντὶ τοῦ ἀποκρίνονται. 408. βραχὺ διασταλτέον ἐπὶ τὸ νεκροῖσιν· καὶ γὰρ ἡμῖν οὕτως σύνηθες διαστέλλειν, περὶ δὲ τῶν νεκρῶν οὐ φθονῶ θάπτειν. καὶ ἄλλω συναπτόμενα σόλοικον ποιεῖ τὸν λόγον. 409. ὁ νοῦς, οὐ φειδόμεθα ὥστε ἐκμειλίσσειν ὑμᾶς τοὺς νεκρούς. *Ἀρίσταρχος τεθνηώτων, ἄλλοι δὲ τεθνειώτων. 410. * πυρὸς μειλισσέμεν ὦκα] ὅτι διὰ πυρὸς ἐθάπτοντο πάν- τες. 415. *Ἴλιον ἱρήν] ὅτι θηλυκῶς τὴν Ἴλιον. 420. * ὤτρυνον νέκυας] ὅτι Ἀρίσταρχος νέκυς ἐκτεταμένως, καὶ ὀτρύνοντο, οὐκ ὄτρυνον. 422. ἀκαλαρρείταο] ἡσύχως καὶ πράως ῥέοντος· ἀκαλὸν γὰρ τὸ ἥσυχον λέγουσιν. ὅτι αὐτὸς μὲν ἐξ Ὠκεανοῦ ἀνατέλλειν καὶ εἰς Ὠκεανόν φησι καταδύεσθαι τὸν ἥλιον· ὁπόταν δὲ πρόσωπον ἡρωϊκὸν εἰσάγῃ, ὑπὲρ γῆς καὶ ὑπὸ γῆν. τὸ αὐτὸ δὲ ποιεῖ καὶ ἐν Ὀδυσείᾳ. 425. * νίζοντες ἄπο] τὸ ἑξῆς ἐστιν ἀπονίζοντες· διὸ ἀναστρεπτέον. 426. δάκρνα θερμὰ χέοντες] βαρβάρων ἴδιον ὁ θρῆνος, ἐπὶ δὲ τῶν Ἑλλήνων ἀχνύμενοί φησιν (431). 427. * οἱ δὲ σιωπῇ] ἐν ἄλλῳ ἀλλὰ σιωπῇ. 428. πυρκαϊῆς] οὕτως αἱ Ἀριστάρχου κατὰ γενικήν· αἱ δὲ Ζηνοδότου πυρκαϊῇ, καὶ ἔστι χαριέστερον, ὡς τὸ “ἐν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν” (ll. 23, 165). ἐπενήνεον] γράφεται καὶ ἐπινήνεον, καὶ ἔστιν Ἰακόν. 429. ὅτι ἐκαίοντο οἱ νεκροὶ, καὶ ὅτι θηλυκῶς τὴν Ἴλιον. 433. ἀμφιλύκη νύξ] τὸ καλούμενον λυκόφως, τὸ πρὸς ὄρθρον. τουτέστιν ὁ βαθὺς ὄρθρος, παρὰ τὴν λύγην, ἐστι σκοτίαν, οἱονεὶ λυγόφως τι ὂν, τὸ μὴ καθαρὸν φῶς, ἀλλʼ ἔτι σκοτῶδες. ἡ διπλῆ δὲ, ὅτι ἅπαξ μόνον ἐνταῦθα τῇ λέξει κέχρηται. 436. *ὅτι πολυάνδριον. πῶς οὖν “ὅς κʼ ὀστέα παισὶν ἕκαστος οἴκαδ’ ἄγῃ” (334); ἐκ πεδίου] ἐν τῇ κατὰ Ἀριστοφάνη οὕτως ἐγέγραπτο, ἄκριτον ἐν πεδίῳ, περὶ δʼ αὐτὸν τεῖχος ἔδειμαν, καὶ μήποτε ἄμεινον οὕτως.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
