Ancient Greek
Volume 1, ΕΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΛΑ.
Scholia in Homerum, Scholia in Iliadum 1.138
Not analysed yet
204. ἀλλ᾿ ἔκ τοι ἐρέω] ἤτοι στικτέον ἐπὶ τὸ ἐρέω, ἢ βραχὺ δια- σταλτέον. ἐὰν μὲν οὖν στίζωμεν, ἔσται τὸ λεγόμενον, τοῦτο καὶ τετε- λέσθαι ὑπολαμβάνω· ἐὰν δὲ διαστέλλωμεν, ἔσται ὁ δέ κείμενος ἀντὶ τοῦ δή, καὶ τὸ τό ἀντὶ ὑποτακτικοῦ τοῦ ὅ. ἀλλʼ ἔκ τοι ἐρέω] ὅτι Ζηνόδοτος γράφει τὸ δὲ καὶ τετελεσμένον ἔσται. τοῦτο δὲ τῇ Ἀθηνᾷ ἁρμόζει μᾶλλον διαβεβαιοῦν. *τελέεσθαι Ἀρίσταρχος, οὐ τετελέσθαι.