# Scholia in Iliadum 1.138-2-152

Scholia in Homerum, Scholia in Iliadum, 1.138 to 1.152. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.138-2

226. πολλαὶ δὲ γυναῖκες] ὅτι Ζηνόδοτος γράφει πλεῖαι δὲ γυναικῶν καὶ τοὺς ἑξῆς δύο ἠθέτηκεν, ἐν οἷς μάλιστα ὁ Θερσίτης γελοιοποιός. 227. ὅτι τοῦτον καὶ τὸν ἑξῆς Ζηνόδοτος ἠθέτηκεν. ἡ δὲ αἰτία προείρηται. 229. * ὅν κέ τις οἴσει] ὅτι περισσὸς ὁ κε. 231. ὅν κεν ἐγώ] ὅτι Ζηνόδοτος τοὺς τέσσαρας ἠθέτηκεν, ἐν οἶς πάλιν ἐστὶ τὰ γελοιότατα. 232. *γυναῖκα] ἀντὶ τοῦ γυναικός. 235. ἡ μὲν τελευταία τοῦ στίχου τελεία, αἱ δὲ μεταξὺ βραχεῖαι διαστολαὶ, πέπονες, ἐλέγχεα, Ἀχαιίδες. τὸ δὲ πέπον κοινὸν, ὁ πέπων καὶ ἡ πέπων, καὶ τὰ πέπονα. γέλωτα δὲ κινεῖ κάκ᾿ ἐλέγχεα καλῶν τοὺς Ἀχαιοὺς ὁ ἐπονείδιστος καὶ σῶμα καὶ ψυχὴν Θερσίτης. 236. σὺν νηυσὶ νεώμεθα] σὺν τῷ στόλῳ. κακοήθως δὲ τοὺς Ἕλληνας ὑπέμνησε τοῦ νόστου, ἐφ᾿ ὅνπερ ὁρμήσαντες κατεσχέθησαν· καὶ τὸ φεύγωμεν διὰ τοῦ νεώμεθα ἰάσατο. 237. γέρα πεσσέμεν] τὰ γέρα, ὅ ἐστι τὰς τιμὰς, κατέχειν. ἡ μεταφορὰ ἀπὸ τῶν ἐν γαστρὶ σιτίων. καὶ γὰρ αὐτὰ, ἂν μὴ κρατηθῇ τὸν ὡρισμένον χρόνον, ἀσθενούσης τῆς καθεκτικῆς δυνάμεως, οὐ πέπτεται. 238. * ἠὲ καὶ οὐκί] ὅτι τὴν ἀπόφασιν διὰ τοῦ κ, οὐ διὰ τοῦ χ. 239. ἕο] ὅτι Ζηνόδοτος γράφει ἑοῦ. τοῦτο δὲ ἀσύναρθρον καὶ οὐχ ἁρμόζον τῷ λόγῳ. 242. λωβήσαιο] πρὸς τὸ σχῆμα, ἀντὶ τοῦ ἐλωβήσω ἂν, ἔβλαψας, ἢ λωβητὸς ἐγένου. 243. Ἀγαμέμνονα—Θερσίτης] μεθ᾿ ὑποκρίσεως ἀντιπαρέθηκε πρὸς ἀγανάκτησιν τὰ ὀνόματα, ἐμφαίνων ὅτι τὸν ἄριστον ὁ αἴσχιστος ὠνείδιζεν. ἠθικὴ οὖν ἔσται ἡ ἀνάγνωσις. 246. ἀκριτόμυθε] μετὰ εἰρωνείας, ὡς καὶ τὸ λιγύς. οἱ δὲ ἀκριτόμυθε ἀντὶ τοῦ ἀμετροεπές πρὸς κατάγνωσιν τῶν εἰρημένων. 247. μηδ᾿ ἔθελ᾿ ] ὅτι ἔθελε κατὰ συναλοιφήν. 249. Ἀτρείδῃσ᾿ ] οὗτοι ἦσαν κατὰ μὲν τὸ σύνηθες Ἀερόπης καὶ Ἀτρέως παῖδες τοῦ Πέλοπος, τῇ δ᾿ ἀληθεία Πλεισθένους, ὥς φασιν ἄλλοι τε πολλοὶ καὶ Πορφύριος ἐν τοῖς ζητήμασιν. ἀλλ᾿ ἐπειδὴ Πλεισθένης νέος τελευτᾷ μηδὲν καταλείψας μνήμης ἄξιον, νέοι ἀνατραφέντες ὑπὸ Ἀτρέως αὐτοῦ παῖδες ἐκλήθησαν.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
