Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Θ.
Scholia in Homerum, Scholia in Iliadum 1.14-4
Not analysed yet
25, 26. ὅτι Ζηνόδοτος ἀμφοτέρους ἠθέτηκεν. διʼ αὐτῶν δὲ διδα- σκόμεθα πῶς σπάσει τὴν γῆν σὺν τῇ θαλάσσῃ. ἐνταῦθα οἱ μέν φασι τὸν Ὅμηρον αἰνίττεσθαι μοναρχίαν, καὶ δηλοῦν ὡς ἑνὸς ἐξῆπται τὰ πάντα· οἱ δὲ ζητοῦσι πῶς πάντων περιγίνεται ὁ Ζεὺς ὁ ὑπὸ τριῶν μόνων δεθείς, καθά φησιν ἐν τῇ A (400). ῥητέον οὖν ὅτι ἐκεῖ μὲν ἐξ ἐπιβουλῆς ἡ ἰσχὺς, ἐνταῦθα δὲ ἐκ τοῦ φανερῶς κρατεῖν.