Ancient Greek
Volume 1, EIΣ THN Γ.
Scholia in Homerum, Scholia in Iliadum 1.140-2
Not analysed yet
316. χαλκήρεϊ] προπαροξυτόνως· ἔστι γὰρ παραγωγὴ ἡ διὰ τοῦ ηρης, ἥτις βαρύνεται, ξιφήρης ὀλιγήρης θυμήρης, ἔνθεν τὸ “θυμῆρες κεράσασα” (Od. 10, 362). εἰ μέντοι γε τὸ ἄρω ἔγκειται ἐπὶ τούτου, καὶ διὰ τοῦ ᾱ ἡ σύνθεσις γένοιτο καὶ ὀξεῖα τάσις ἐστίν· “ἔχει δʼ ἄλοχον θυμαρέα” Il. 9, 330). ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον] ἐὰν εἰς τὸ ἠρήσαντο στίξω- μεν, φησὶν ὁ Νικάνωρ, ὡς ἑτέροις ἔσονται θεοῖς ἀνατείναντες τὰς χεῖρας· διὸ στίζει εἰς τὸ θεοῖς, καὶ τὸ ἰδέ ἀντὶ τοῦ καὶ λαμβάνει. *δύναται καὶ οὕτως, ἠρήσαντο θεοῖς ἰδὲ χεῖρας ἀνέσχον καὶ ὁ ἰδέ ἀντὶ τοῦ καί.