# Scholia in Iliadum 1.140-4-154

Scholia in Homerum, Scholia in Iliadum, 1.140 to 1.154. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.140-4

300. *οἱ] ὅτι πάλιν ἀντὶ τοῦ αὐτοῦ. 302. σμερδαλέα ἰάχων] βαρύνειν δεῖ τὴν ἰάχων· ἐνεστῶτος γάρ ἐστι καὶ παρατατικοῦ. οὐ μέντοι περισπασθήσεται, ὡς οἴεται Τυ- ραννίων. διδάσκει τὰ κινήματα. “ἡμεῖς δὲ ἰάχοντες” (Od. 4, 454)· εἰ γὰρ περιεσπᾶτο, ὡς νοοῦντες ἐγίνετο. “ἐπὶ δʼ ἴαχε λαὸς ὄπισθε ” (Il. 13, 834). “τρὶς δʼ ἄιεν ἰάχοντος” (Il. 11, 463). οὕτως οὖν καὶ τὸ “φθέγξομʼ ἐγὼν ἰάχουσα” (Il. 21, 341) ὀφείλομεν προπαροξύνειν. 306. κοτύλην] κοτύλη τὸ κοῖλον τοῦ ὀστέου, ἔνθα ἡ κεφαλὴ τοῦ μηροῦ ἐνστρέφεται. ἰσχίον τὸ ὑπὸ τὴν ὀσφῦν ὀστέον εἰς ὃ ἔγκειται τὸ ἱερὸν ὀστοῦν, ὅπερ καὶ γλουτὸς καλεῖται καὶ κοτύλη παρὰ τὴν κοιλότητα. 308. ὧσε δʼ ἀπὸ ῥινὸν] οὐχ ὡς οἴεται ὁ Ἀσκαλωνίτης, ἀναστρα- φήσεται ἡ πρόθεσις, ἐπεὶ τὸ ἑξῆς ἐστὶν ἀπῶσε· μεταξὺ γὰρ πέπν τωκεν ὁ δέ. 309. * ὅτι ἔστη ἀντὶ τοῦ ἔμεινεν ἐπὶ τὰ γόνατα πεσών. 310. *ὅτι οὐκ ὀρθῶς ἐνὶ Ἕκτορος λέγεται( Il. 11, 356) μετενιχ- θεὶς ἐντεῦθεν. 311. *καί νύ κεν ἔνθʼ ἀπόλοιτο] καὶ ὁ χρόνος καὶ τὸ ῥῆμα ἐνήλ- λακται, ἀντὶ τοῦ ἀπώλετο ἄν. 315. πρόσθε δέ οἱ] ἔμπροσθεν αὐτοῦ. οὐχ ὡς ἀτρώτῳ δὲ περι- βάλλει τὸν πέπλον αὐτῷ, ἀλλʼ ἵνα κρύψῃ αὐτόν. 317. *ἕλοιτο] Ἀρίσταρχος ὄλοιτο. 319. *ὅτι ἰδίως συνθεσιάων ἀντὶ τοῦ ἐντολῶν. 322. ἀπὸ] οὐκ ἀναστρεπτέον· δύναται γὰρ καὶ τῇ γενικῇ συντάτ- τεσθαι καὶ σημαίνειν τὸ ἄποθεν, ἵνα ὅμοιον ᾖ τῷ “οὐκ ἐθέλεσκε μάχην ἀπὸ τείχεος” (Il. 9, 353). ἢ καὶ παρέλκεται. 323. *ὅτι Ζηνόδοτος γράφει Αἰνειῶο. οὐκ ἔστι δὲ Αἰνειώς ὡς Πετεώς. 325. περὶ] οὐκ ἀναστρεπτέον· κεῖται γὰρ ἀντὶ τῆς ὑπέρ. δεδή- λωται δὲ ἡμῖν ἐν τῇ A ἐντελῶς, ὁπότε διελαμβάνομεν περὶ τοῦ “ἀλλ᾿ ὅδʼ ἀνὴρ ἐθέλει περὶ πάντων ” (Il. 1, 287). 329. *κρατερώνυχας ἵππους] ὅτι Ζηνόδοτος γράφει κρατερω- νύχεσʼ ἵπποις. βίαιος δʼ ἡ συναλοιφή. τὸ δὲ ἑξῆς ἐστὶν, αἶψα δὲ Τυδείδην μέθεπε τοὺς ἵππους, τουτέστι κατόπιν ἤλαυνεν. 330. Κύπριν] οἱ μὲν τὴν ἐπιθυμίαν, οἱ δὲ τὴν βαρβαρικὴν ἀφρο- σύνην αὐτὴν εἶναι λέγουσιν.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
