Ancient Greek
Volume 1, ΕΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΛΑ.
Scholia in Homerum, Scholia in Iliadum 1.143
Not analysed yet
216. χρὴ μὲν σφωίτερόν γε] ὅτι πρὸς δύο ἀμείβεται· τὸ γὰρ σφωΐτερόν ἐστι δυϊκόν. κακῶς ἄρα ἀθετεῖ Ζηνόδοτος τὸν “πρὸ δέ μʼ κε θεά,” καὶ τὸν “ἄμφω ὁμῶς” (208, 209). ὁ λόγος δὲ αἱρεῖ στίζειν ἐπὶ τὸ κεχολωμένον καὶ ἄμεινον· ἕκαστος γὰρ καθʼ ἑαυτὸν λόγος ἀπηρτισμένος ἐστί. καὶ οἱ μὲν πρῶτοι δύο ὑπὸ τοῦ γάρ συνδέσμου συνημμένοι εἰσίν· ὁ δὲ τρίτος “ὅς κε θεοῖς ἐπιπείθηται” ἀσύνδετός ἐστι πρὸς τὸν δεύτερον, διὸ τελείαν ἔχει τὴν πρὸ ἑαυτοῦ στιγμήν· γελοῖος δʼ ὁ Πτολεμαῖος, ὃς αἰτίαν ἡγεῖται τῶν διαστολῶν ἐνθάδε τὸ γνωμικῶς λέγεσθαι τὸν τελευταῖον στίχον· καὶ γὰρ εἰ μὴ γνωμικὸς ἦν, οὐδαμῶς ἐδύνατο συνάπτεσθαι τοῖς ἄνω, ἀσύνδετος ὢν, ὁ λόγος. χρή] ὀξυτονητέον καὶ ἐν τῇ συντάξει βαρυνόμενον σημαίνει ἐπίρ- ρημα τὸ δεῖ—“χρὴ μὲν σφωίτερόν γε, θεὰ, ἔπος εἰρύσασθαι”—, περισπώμενον δὲ ῥῆμα Ἀττικόν. ἀπὸ γὰρ τοῦ χρῶμαι τὸ δεύτερον τῆς κοινῆς διαλέκτου ἐστὶ χρᾷ, Ἰωνικῶς, Ἀττικὸν δὲ χρῆ, ὡς εἴρηται Ἀλεξάνδρῳ ἐν Διονύσῳ “ἰδοὺ κάτοπτρον. εἰπέ μοι τούτῳ τί χρῇ;”