Ancient Greek
1.143 to 1.147
Scholia in Homerum, Scholia in Iliadum 1.143-6-147
Not analysed yet
324. οὐδʼ ἀπὸ δόξης] ἤτοι οὐδʼ ὡς δοκεῖν μόνον, ἀλλʼ ἀληθῶς· ἢ οὐδὲ παρὰ τὴν δόξαν ἣν περὶ ἐμοῦ ἔχεις. 326. *μέλλουσιν] ὅτι ἀντὶ τοῦ ἐοίκασι. καὶ οὕτως ἀεὶ κέχρηται τῇ λέξει. 329. ἴστω] ἐπιστάσθω, γινωσκέτω, μαρτυρείτω· ἴστωρ γὰρ ὁ μάρτυς· “ἴστορα δʼ Ἀτρείδην Ἀγαμέμνονα” (Il. 23, 486). 330. τοῖς ἵπποισιν] ὅτι καὶ νῦν τὸ τοῖς ἀντὶ τοῦ τούτοις τοῖς ἵπποις, ωστε ἔξωθεν προσλαμβάνειν δέον τὸ τοῖς ἄρθρον. 332. ὡς ἐν τῇ συνηθείᾳ, οὕτως καὶ ἐνθάδε τὸ ἐπίορκον. οὕτως καὶ διὰ τοῦ ε τὸ ἐπώμοσεν αἱ Ἀριστάρχον. τοῦτο δὲ ἔξωθεν ἐπιπε- φώνηται, ὅρκον ἐπίορκον ὤμοσεν, οὐχ οἷον ἑκουσίως, ἀλλὰ διὰ τὸ μὴ ἀποτελεσθῆναι τοῦτο ὅπερ ὤμοσεν.