Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ M.
Scholia in Homerum, Scholia in Iliadum 1.145
Not analysed yet
337. γεγωνεῖν] ὁ Ἀσκαλωνίτης βαρύνει ὡς ἀνύειν, Ἀρίσταρχος δὲ περισπᾷ ὡς φιλεῖν. καὶ ἔοικε μᾶλλον περισπώμενον εἶναι παρὰ τῷ ποιητῇ· ὡς γὰρ ἐνόεον καὶ ἐφίλεον, οὕτως καὶ ἐγεγώνεον ἔφη· “ἥμενος ἐφρασάμην καὶ Τηλεμάχῳ ἐγεγώνεον” (Od. 17, 161). ἀπαρέμφατόν τε προηνέγκατο τὸ γεγωνέμεν· “ἥ ῥʼ ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν” (Il. 8, 223). προσέθηκα δὲ παρὰ τῷ ποιητῇ, ἐπεὶ οἱ μετʼ αὐτὸν καὶ ὡς βαρύτονον αὐτὸ ἔκλιναν καὶ ὡς περισπώ- μενον.