Ancient Greek
Volume 1, ΕΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΛΑ.
Scholia in Homerum, Scholia in Iliadum 1.146
Not analysed yet
219. ἦ καὶ ἐπʼ ἀργυρέῃ] τοῦτο τὸ ἦ ψιλῶς λεγόμενον καὶ περι- σπωμένως δηλοῖ σύνδεσμον παραπληρωματικὸν τὸν ἤτοι, ἴσον τῷ δή, οἷον “ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστιν” (169), καὶ παραλλήλως “ἦ δὴ- λοίγια ἔργα” (573). δηλοῖ δὲ καὶ ἀπορηματικὸν σύνδεσμον· “ἦ οὐχ Ἑλένης ἕνεκ’ ἠϋκόμοιο; ἦ μοῦνοι φιλέουσʼ ἀλόχους μερόπων ἀνθρώ- πων Ἀτρεῖδαι;” (Il. 9, 339). δηλοῖ δὲ καὶ τὸ ἔφη· “ἦ καὶ κυανέ- ῃσιν” (528). καὶ σεσημείωται Ἀρίσταρχος ὅτι ὁ μὲν Ὅμηρος ἀεὶ ἐπὶ προειρημένοις λόγοις ἐπιφέρει τὸ δηλοῦν τὸ ἔφη, ὡς ἐπὶ τοῦ προκειμένου, ὁ δὲ Πλάτων μετʼ αὐτὸν ἐπιφέρει τὸν λόγον. ψιλού- μενον δὲ καὶ βαρυτονούμενον δηλοῖ σύνδεσμον διαζευκτικόν· “ἢ εὖ ἠὲ κακῶς” (Il. 2, 253). ἔστι δὲ τε καὶ ἀντὶ συναπτικοῦ τοῦ εἴ τίθε- ται, οἷον “οὐδʼ ἀφαμαρτοεπὴς, ἢ καὶ γένει ὕστερος ἦεν” (Il. 3, 215). ποτὲ δὲ παρέλκει· “ἀλλὰ τί ἢ με ταῦτα παρεξερέεσθαι ἕκαστα;” (Il. 10, 432). δασυνόμενον δὲ καὶ ὀξυτονούμενον ἄρθρον προτακτικὸν δηλοῖ· “ἡ δʼ ἑτέρη θέρεϊ προρέει εἰκυῖα χαλάζῃ” (Il. 22, 151). δηλοὶ δὲ καὶ ἄρθρον ὑποτακτικὸν, οἷον “ἢ μυρίʼ Ἀχαιοῖς” (2). δηλοὶ δὲ καὶ ἀναφορικὴν ἀντωνυμίαν· “ὡς ἥ γʼ ἀμφιπόλοισι μετέπρεπεν” (Od. 6, 109). δηλοῖ δὲ καὶ τὴν σύναρθρον ἀντωνυμίαν τρίτου προσώπου, συζυγοῦσαν τῇ ἐμῇ σῇ. ὑποδείγματα δὲ ταύτης παρʼ Ὁμήρῳ οὐχ εὑρίσκεται, ἐκ δὲ τοῦ ἀναλόγου νοεῖται· αἱ γὰρ πλάγιοι πᾶσαι διʼ αὐτῆς παρʼ Ὁμήρῳ σώζονται. κώπη παρὰ τὸ κοπτικὸν τοῦ ξίφους.