# Scholia in Iliadum 1.146-3-159

Scholia in Homerum, Scholia in Iliadum, 1.146 to 1.159. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.146-3

340. *οὕτως Ἀρίσταρχος, πᾶσαι γὰρ ἐπῴχατο. ὅτι πάσας ἀντὶ τοῦ ὅλας· οὐ γὰρ ἦσαν πολλαὶ πύλαι, ἀλλὰ μία. τὸ δὲ ἐπῴχατο διὰ τοῦ ᾱ καὶ σὺν τῷ ῑ, οἷον ἐπικεκλιμέναι ἦσαν, ἐπέκειντο. Ζηνόδοτος ἐπῷχετο. ἐὰν γράφηται ἐπῴχετο, τὸ πρὸ αὐτοῦ πάσας γραφέσθω. ἐπῴ- χετο δὲ ἡ ἀϋτὴ δηλονότι. 342. ὅτι οἰκεῖον ὄνομα κήρνκος, ἀπὸ τοῦ ταχύνειν, καὶ ὅτι ὀνομα- τοθετικὸς ὁ ποιητής. Ζηνόδοτος δὲ ἐν ἀμφοτέροις τοῖς στίχοις Αἴαντε γράφει. 343. Θοῶτα θέων] ὅτι παρετυμολογεῖ τὸν Θοώτην ἀπὸ τοῦ θέειν. τὸ δὲ ἔρχεο ἐν ἴσῳ τῷ πορεύου. στικτέον δὲ ἐπὶ τὸ Θοῶτα, ἢ συναπτέον, ὡς πολλάκις εἴρηται. 346. ὧδε γὰρ ἔβρισαν] πρὸς Ζηνόδοτον, ὅτι ἔοικεν ἐξειληφέναι τοπικῶς· ἑξῆς γὰρ (359) γράφει “κεῖσε γὰρ ἔβρισαν·” ἔστι δὲ ἀντὶ τοῦ οὕτως. 348. *ἐκ πλήρους τὸν σύνδεσμον, καὶ κεῖθι. εἰ δέ σφιν καὶ κεῖθι] ὅτι Ζηνόδοτος γράφει “εἰ δέ σφιν κἀκεῖσε.” ἔστι δὲ εἰς ἐκεῖνον. τὸν τόπον * πολεμός ἐστιν, ἀλλʼ ἐν ἐκείνῳ. 350. ἀθετεῖται· οὐ γὰρ πιθανὸν ὥσπερ ἐξ ἐπιτάγματος παρεῖναι τὸν Τεῦκρον· διὰ παντὸς γὰρ ὑπασπιστὴς Αἴαντος φαίνεται. *καὶ Ἀριστοφάνης ἠθέτει. 352. * παρὰ τεῖχος] γράφεται κατὰ τεῖχος. 359. ὧδε γὰρ ἔβρισαν] ὅτι Ζηνόδοτος γράφεικεῖσε γὰρ ἔβρισαν, οὐχ ὑγιῶς εἰς ἐκεῖνον τὸν τόπον· δεῖ γὰρ ἐν ἐκείνῳ τῷ τόπῳ. δεῖ δὲ γράφειν ὧδε· τὸ γὰρ λεγόμενόν ἐστιν, οὕτως ἐπεβάρησαν ὥστε χρείαν ἔχειν ἡμᾶς σνμμαχίας. 360. *ζαχρηεῖς] περισπαστέον ὡς εὐγενεῖς. 363. καί οἱ Τεῦκρος] ἀθετεῖται ὁ στίχος καὶ ὑπὸ τοῦ κήρυκος λεγόμενος διὰ τὰ αὐτά. 365. αὐτίκʼ Οῖλιάδην] ὅτι Ζηνόδοτος γράφει αὐτίκʼ ἄρ’ Ἰλιάδην. Ὀῖλιάδην δὲ διὰ παντὸς Ὀμηρος λέγει. καὶ ὅτι λείπει ἡ πρός. 366. Αἴας σφῶι μέν] ὅτι Ζηνόδοτος γράφει σφῶε. τοῦτο δέ ἐστιν αὐτούς, ὅπερ οὐχ ἁρμόζει. τὸ δὲ σφῶ ὑμεῖς. 368. αὐτὰρ ἐγὼ κεῖσʼ εἴμι] ὅτι Ζηνόδοτος γράφει κεῖθι. τοῦτο δὲ σημαίνει ἐν ἐκείνῳ τῷ τόπῳ. τὸ δὲ κεῖσε εἰς ἐκεῖνον τὸν τόπον πορεύσομαι, ὅπερ νῦν ἁρμόζει. 371. *εἴρηται ὅτι διεσκεύασται.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
