# Scholia in Iliadum 1.148-3

Scholia in Homerum, Scholia in Iliadum, Volume 1, ΕΙΣ ΤΗΝ Θ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.148-3

368. ἐξ Ἐρέβευς ἄξοντα κύνα στυγεροῦ Ἀΐδαο] ὅτι τούτου μόνου τοῦ ἄθλου μέμνηται κατὰ τὸ ῥητὸν, τίνες ἦσαν, καὶ ὅτι κύνα μόνον λέγει, Κέρβερον δὲ οὐκ ὀνομάζει, ὡς οἱ νεώτεροι. ἀπὸ δὲ τοῦ μείζονος ἄθλου πάντας δηλοῖ. οἶδε δὲ τὸν κύνα καὶ τὴν φύσιν αὐτοῦ. Πίν- δαρος γοῦν ἑκατὸν, Ἡσίοδος δὲ πεντήκοντα ἔχειν αὐτὸν κεφαλάς φησιν. τὸν Κέρβερον. τελεσθέντων Ἡρακλέους ἄθλων ἐν μηνὶ καὶ ἔτεσιν ὀκτὼ, μὴ προσδεχόμενος Εὐρυσθεὺς τόν τε τῶν Αὐγέου βοσκημάτων· ἆθλον καὶ τὸν τῆς Ὕδρας, ἑνδέκατον ἐπέταξεν ἆθλον αὐτῷ, τὸν Κέρ- βερον ἐξ Ἅιδου κομίζειν.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
