# Scholia in Iliadum 1.148

Scholia in Homerum, Scholia in Iliadum, Volume 1, ΕΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΛΑ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.148

222. *δώματʼ ἐς αἰγιόχοιο] βραχὺ διασταλτέον ἐπὶ τὸ Διός. δύναται μὲν ἀθετεῖσθαι· οἱ γὰρ θεοὶ πρὸ μιᾶς ἡμέρας εἰς Αἰθι- οπίαν εἰσὶ κεχωρισμένοι· δύναται δὲ καὶ Ὁμηρικῷ τρόπῳ ἀκούεσθαι, μετὰ δαίμονας ἄλλους, εἰς τὸν τῶν δαιμόνων τόπον. μετὰ] ὅτι ἀντὶ τῆς ἐπί. μετὰ δαίμονας ἄλλους] οὕτως δαίμονας καλεῖ τοὺς θεοὺς, ἤτοι ὅτι δαήμονες (ἔμπειροι γὰρ καὶ ἴδριες πάντων αὐτοί εἰσιν), ἢ ὅτι διαι- τηταί εἰσι καὶ διοικηταὶ τῶν ἀνθρώπων, ὡς Ἀλκμὰν ὁ λυρικός φησιν “ὅς ἑθεν πάλοις ἔπαλλεν δαίμονάς τʼ ἐδάσσατο,” τοὺς μερισμοὺς, τὰς διαιρέσεις αὐτῶν. Ἡσίοδος δὲ δαίμονάς φησι τοὺς ἐκ τοῦ ζῆν μεταστάντας, ὄντας δὲ ἐπὶ τῆς Κρόνου βασιλείας, τοῦ χρυσοῦ γένους, λέγων αὐτοὺς φύλακας θνητῶν ἀνθρώπων (O. 122).

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
