Ancient Greek
1.149 to 1.157
Scholia in Homerum, Scholia in Iliadum 1.149-2-157
Not analysed yet
357. οἷσιν ἐπί] ὁ Ἀσκαλωνίτης ἀναστρέφει, ἵνʼ ᾖ ἐφʼ οἷς. δύναται δὲ τὸ ἑξῆς εἶναι ἐπέθηκεν· οὕτως γὰρ βούλονται καὶ οἱ περὶ Ἡρα- κλέωνα· ἢ περισσὴν λαμβάνειν τὴν ἐπί, ἥτις πάλιν οὐκ ἀναστραφή- σεται, διʼ ὃν εἴπομεν λόγον· τοῦτο γὰρ βούλεται καὶ ὁ Ἀλεξίων. οὐδὲν μέντοι κεκώλυκε καὶ τὸ τοῦ Ἀσκαλωνίτου, ἐπεὶ οὐχ ὁρῶ τινὰ λόγον ἀναγκαστικόν. 360. *οὐ δέ] ὅτι ὁ δέ ἀντὶ τοῦ γάρ· οὐ γάρ με πείσεις. 362. *Τρώεσσʼ] τὸ τέλειον Τρώεσσι· διὸ προπαροξύνεται. *τὸ ποθήν ὡς κριθήν. 366. *οἰκῆας] οἰκέτας. 367. *τʼ οἶδ᾿] τὸ τέλειον τε οἶδα. ἔτι σφιν] οὕτως ἔτι σφιν. εἴς τόνος, καίτοι ἐχρῆν δύο διὰ τὸ ἐπιφέρεσθαι ἀντωνυμίαν ἀπὸ τοῦ σφ ἀρχομένην, ὁμοίως τῷ “ὅθι σφίσι πέφραδʼ Ἀχιλλεύς (Il. 23. 138) “ἦρχε δʼ ἄρα σφιν ἄναξ ἀνδρῶν Ἀγαμέμνων ”(Il. 14, 134). σεσημείωται οὖν αὕτη ἡ ἀνά- γνωσις μόνη, ὡς ἐν ἄλλοις ὁ Ἡρωδιανὸς λέγει. 370. *εὖ ναιετάοντας] ὅτι ἀντὶ τοῦ εὖ ναιομένους. 371. οὐδʼ εὗῤ Ἀνδρομάχην] ἐκκλίνων τὸ ὁμοειδὲς πιθανῶς ἐποίησε τὴν Ἀνδρομάχην μὴ εὑρισκομένην ἔνδον. ἅμα δὲ καὶ κρίνειν τὸν ἀκροατὴν ἀξιοῖ ὅσης ἐπλήρωσε μὲν λύπης εὑρὼν Ἑλένην, Ἀνδρομάχην δὲ οὔ. ἀπῄει δὲ κατηφὴς, τῶν φιλτάτων μὴ θεαθέντων· ἐν γὰρ τῷ τείχει παραδόξως συντνγχάνει αὐτοῖς. 373. *ἐκ παραλλήλου τὸ αὐτό. *ἐφειστήκει] Ἀρίσταρχος χωρὶς τοῦ ῑ ἐφεστήκει. 394. *πολύδωρος] πολλὰ ἕδνα παρὰ τοῦ ἀνδρὸς λαβοῦσα.