# Scholia in Iliadum 1.15-3-26

Scholia in Homerum, Scholia in Iliadum, 1.15 to 1.26. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.15-3

18. ἐντεῦθεν ἕως τοῦ “πρόφρονι μυθέομαι” (40) ἀθετοῦνται στίχοι ιγ΄, ὅτι ἐξ ἄλλων τόπων μετάκεινται. καὶ ἐν τοῖς κατὰ μέρος διαπίπτει, οὐκ ὀρθῶς χρώμενος ταῖς λέξεσιν, “ὀδυσσαμένοιο τεοῖο.” τοῦτο γάρ ἐστι τοῦ σοῦ, θέλει δὲ ὁ λόγος ὀργισθέντος σοῦ, ἀσυνάρθρως. 29. ἀγασσάμενοι] γράφεται καὶ φρασσάμενοι· μᾶλλον δὲ τὸ ἀγασσάμενοι τοῖς ἑξῆς συνάδει. 31. τούτους πάλιν μετʼ ὀλίγα ἡ Ἥρα παραγίνεται λέγουσα. αἱ τοιαῦται δὲ προσφωνήσεις σημαίνουσι τὴν Ἀθηνᾶν ἐκ μόνου Διὸς γεγενῆσθαι· καὶ γὰρ οὔτε Ὅμηρος οὔτε Ἡσίοδος μητέρα αὐτῆς παραδίδωσιν. 35. *ὡς σὺ κελεύεις] οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ εἰ σὺ κελεύεις. 39. Τριτογένεια] Ὅμηρος μὲν τὴν τὸ τρεῖν καὶ εὐλαβεῖσθαι γεννῶσαν τοῖς ἀνθρώποις (πολεμικὴ γὰρ ἡ θεός), οἱ δὲ νεώτεροί φασι τὴν παρὰ τῷ Τρίτωνι ποταμῷ γεννηθεῖσαν, ὅς ἐστι τῆς Λιβύης. 39, 40. θάρσει Τριτογένεια] ὅτι ὑπὸ Διὸς πάλιν λέγονται πρὸς Ἀθηνᾶν πρὸ τῆς Ἕκτορος τελευτῆς (Il. 22, 183)· ἐναντιοῦνται δὲ ἐνθάδε τοῖς ὑποκειμένοις. *εἰρωνεύεται αὐτήν. 43. χρυσὸν δʼ αὐτὸς ἔδυνε] ὅτι ἀντὶ τοῦ χρνσῆν πανοπλίαν· καὶ ὅτι ἐνθάδε λεγομένου τοῦ Διὸς ἀνειληφέναι τὴν ἰδίαν πανοπλίαν, οὐκέτι ἑξῆς (387) ἐγχωρεῖ τὴν αὐτὴν ταύτην πανοπλιαν ἀνειληφέναι τὴν Ἀθηνᾶν· καὶ ὅτι τὸ γέντο ἐκ τῶν συμφραζομένων νοεῖται τεταγμένον ἀντὶ τοῦ ἔλαβεν. 45. *οὐκ ἄκοντε] οὐκ ἀπρόθυμοι. 46. ὅτι οὐδέποτε εἶπε μεσσηγὺς γαίης τε καὶ Ὀλύμπου νιφοεντος, οὐδὲ τὸν Ὄλυμπον ἀστερόεντα· διαφέρει γὰρ κατʼ αὐτὸν ὁ Ὄλυμπος τοῦ οὐρανοῦ. 47, 48. Ἴδην—Γάργαρον] πρὸς τὴν ἰδιότητα τῆς φράσεσες, ἀντὶ τοῦ τῆς Ἴδης εἰς Γάργαρον ἦλθεν· προτάξας γὰρ τὸ γενικὸν τὸ εἰδικὸν ἐπήνεγκεν. μέρη γὰρ τῆς Ἴδης ἄλλα τε καὶ τὸ Γάργαρον. 47. * πολυπίδακα] πίδακές εἰσιν αἱ τῶν ὑδάτων ἀναδόσεις αἱ μικραί. 48. Γάργαρον] τὸ ἀκρωτήριον τῆς Ἴδης, ἤτοι ἀπὸ τοῦ γαργαρίζειν καὶ ἀναδιδόναι τὰ ὕδατα, ἢ ἀπὸ μεταφορᾶς τοῦ ἐν τοῖς στόμασιν ἡμῶν γαργαρεῶνος τῆς λεγομένης σταφυλῆς· καὶ γὰρ τὸ σῶμα τοῦτο ἀπὸ παχέος εἰς λεπτὸν καὶ ὀξὺ λήγει· τρία δέ εἰσιν ἀκρωτήρια τῆς Ἴδης, Λεκτὸν, Γάργαρον, Φαλάκρη. τούτου μνημονεύει Καλλίμαχος ἐν πρώτῳ αἰτίων.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
