Ancient Greek
1.152 to 1.161
Scholia in Homerum, Scholia in Iliadum 1.152-2-161
Not analysed yet
355. στῆ δὲ γνύξ] ὅτι οὐχ οἷον ἐπὶ τῶν ποδῶν ἔστη, ἀλλʼ ἐπὶ τὰ γόνατα πεσὼν ἔμεινεν. στῆ δὲ γνὺξ ἐριπὼν] ὡς φιλοψευδὴς ὁ τυφλὸς, ὅτι καὶ ἄπιστα ψεύδεται. πρῶτον μὲν γὰρ οὐκ ἐτρώθη ὁ Εκτωρ, ὡς αὐτός φησιν· εἶτα δὲ καὶ τὸ ἀναδραμεῖν πολὺ ἐρρωμένου τινός ἐστι. πῶς οὖν καὶ ἔπεσεν ἐπὶ γούνατα καὶ ἀπέθανε μικροῦ δεῖν; 356. ὁ ὀβελὸς καὶ ὁ ἀστερίσκος, ὅτι ἐν ἄλλῳ τόπῳ (ll. 5, 309) ὀρθῶς κεῖται· οὐ γέγονε γὰρ σφροδρὰ πληγὴ, ὡς ἐπʼ Ἀἰνείου· οὐ “θλάσσε δέ οἱ κοτύλην” πῶς οὖν ἐσκοτώθη; *προηθέτει Ἀριστοφάνης· Ζηνόδοτος δὲ οὐδὲ ἔγραφεν. 358. καταείσατο] ψιλωτέον· ἀπὸ γὰρ τοῦ εἴδῶ βαρυτόνου ὁ σχηματισμός. 365. ἦ θήν σʼ ἐξανύω] τὸ ἀνύω φυλακτέον ἐπὶ τοῦ αὐτοῦ τόνου, λέγω δὲ τοῦ βαρέος· ἐνεστὼς γάρ ἐστιν ἀντὶ μέλλοντος. τὸ δὲ ἑξῆς ἐστὶ, κατεργάσομαι δή σε καὶ ἀνελῶ, καὶ τέλος τῇ πράξει ἐπιθήσω, ἐξ ὑστέρου ἀπαντήσας. 366. *ἔστιν] ἐν ἄλλῳ ἐπιτάρροθος εἴη. 368. ὅτι Ζηνόδοτος γράφει ἐξενάριξεν συντελικῶς. ἄρτι δὲ ἔμελλε σκυλεύειν· ἐπιφέρει γοῦν “ἤτοι ὁ μὲν θώρηκα Ἀγαστρόφου ἰφθίμοιο” (373). διὰ τοῦ ζ οὖν γραπτέον παρατατικῶς· σκυλεύ- οντα γὰρ αὐτὸν βάλλει ὁ Ἀλέξανδρος. *Ἀρίσταρχος παρατατικῶς ἐξενάριζεν. 370. Τυδείδῃ ἐπὶ τόξα] οἱ ἀκριβῶς ἀναγινώσκοντες ἀναστρέφουσι τὴν πρόθεσιν· τὸ γὰρ ἑξῆς ἐστὶν ἐπὶ Τυδείδῃ. 371. *στήλῃ κεκλιμένος] τὴν ἐπὶ τοῦ τάφου στήλην προβεβλη- μένος ἀντὶ ἀσπίδος ὁ δειλὸς καὶ γυναικομανής. ἀνδροκμήτῳ] ἤτοι ἐν ᾧ ἀνὴρ καμὼν, τουτέστιν ἀποθανὼν, κεῖται, ἢ ὑπὸ ἀνδρὸς κατεσκευασμένῳ. ἢ ἐπὶ ἀνδρὶ κεκμηκότι καὶ τεθνεῶτι κατεσκευασ μένῳ. 375. τόξου πῆχυν] τὸ τόξον περιφραστικῶς· τὸ γὰρ ὅλον τόξον ἐκ δύο κεράτων σύγκειται, ὧν ἑκάτερον πῆχυς καλεῖται. μετεχειρίζετο οὖν, φησὶ, τὸ τόξον. 376. ὅτι τὸ βάλεν ἀντὶ τοῦ ἐπέτυχεν, καὶ ὅτι ἐν σχήματι εἴρηκεν, οὐδὲ ἅλιον αὐτὸν ἐξέφυγε τῆς χειρός.