# Scholia in Iliadum 1.153-156

Scholia in Homerum, Scholia in Iliadum, 1.153 to 1.156. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.153

252. ἀπὸ τούτου ἕως τοῦ ἥρωες Δαναοί (256) ἀθετοῦνται στίχοι ε΄, ὅτι πεζότεροι τῇ συνθέσει, καὶ ἐν τῷ ἧσαι ὀνειδίζων τὸ ἧσαι οὐ κυρίως ἔστι δέξασθαι· οὐ γὰρ κάθηται· οὐδ᾿ ὡς ὁ Διομήδης λέγει “τέττα, σιωπῇ ἧσο” (ΙΙ. 4, 412) ἀντὶ τοῦ ἡσύχαζε. διασταλτέον δὲ κατὰ τὸ τέλος τοῦ στίχου· τὸ γὰρ ἐπιφερόμενον τοιοῦτον, πότερον εὖ ἢ κακῶς· διὰ καὶ περισπᾶται. 255. τὸ ὅτι οἱ ἐν μιᾷ ὀξείᾳ προενεκτέον· πᾶσα γὰρ δίβραχυς λέξις πρὸ ἐγκλιτικοῦ οὐκ ἐπιδέχεται ἐπάλληλον ὀξεῖαν, εἰ μὴ ἐπι- φέροιτο ἀντωνυμία διὰ τοῦ σφ, σεσημειωμένου τοῦ “ἐνθ᾿ ἔσαν οἱ πέπλοι” (Od. 15, 105). *διδοῦσιν] οὕτως περισπωμένως τὸ διδοῦσιν· τὸ γὰρ ῥῆμα διδῶ. 258. εἴ κ᾿ ἔτι σ᾿ ἀφραίνοντα] ὅτι περισσὸς ὁ κε, καὶ ὅτι συνεκδοχὴ, εἴ σε ἀφραίνοντα κιχήσομαι ὕστερον αὖτις. ἐν δὲ τῇ κατὰ Φιλήμονα τὸν κριτικὸν κιχήσομαι ἐν Δαναοῖσιν. δύναιτο δ᾿ ἂν τὸ ὥς νύ περ ὧδε ἀκούεσθαι ἁπλούστερον ἀντὶ τοῦ οὕτως, ὡσαύτως. ταῦτα ὁ Δίδυμος. *κατὰ τὸ τέλος τοῦ στίχου ὑποστικτέον. 260. μηδ᾿ ἔτι Τηλεμάχοιο πατὴρ κεκλημένος εἴην] οὐχ ἑαυτῷ νῦν ἀρᾶται, ἀλλὰ τῷ παιδί. καὶ ἔστιν ἡ μὲν πρώτη κατάρα κατὰ τοῦ Ὀδυσσέως, ἡ δὲ δευτέρα κατὰ τοῦ Τηλεμάχου· εἰ γὰρ ἀπόλοιτο ὁ παῖς, οὐκέτι πατήρ ἐστιν Ὀδυσσεύς. ἡ διπλῆ δὲ ὅτι προδιασυνί- στησιν τὰ κατὰ τὴν Ὀδύσσειαν μέλλοντα λόγου τυχεῖν πλείονος.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
