# Scholia in Iliadum 1.154-2-161

Scholia in Homerum, Scholia in Iliadum, 1.154 to 1.161. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.154-2

443. οἱ δὲ θεοὶ πὰρ Ζηνί ἕως τοῦ “ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον” (464) ἀθετοῦνται στίχοι κβ΄, ὅτι περὶ τῆς ἀναιρέσεως τοῦ τείχους λέγει πρὸ τῆς τειχομαχίας (Il. 12, 4) ὡς ἂν μὴ προειρηκὼς ἐνθάδε. 446. ἦ ῥά τις ἔστι βροτῶν] ἆρα ἔτι, φησὶ, τὶς τῶν ἀνθρώπων κοινώσεται διὰ τῶν θυσιῶν ἃ βούλεται τοῖς θεοῖς; 447. ἀθανάτοισι] ἵτι ὡς καὶ αὐτὸς οὐκ ὢν ἀθάνατος λέγει. καὶ ἐν ἄλλοις δὲ κέχρηται τῷ γένει. 451. οὕτως Ἀρίσταρχος ὅσην τʼ ἐπικίδναται θηλυκῶς, Ζηνοδότειος δὲ ἡ “ὅσον τʼ ἐπικίδναται.” *Ἀρίσταρχος ὅσην, ἄλλοι δὲ ὅσον. 452. τοῦ δʼ ἐπιλήσονται τό τʼ ἐγὼ] χωρὶς τοῦ τέ ἐν ταῖς Ἀρι- στάρχου τὸ ἐγὼ καὶ Φοῖβος, κατʼ ἔνια δὲ τῶν ὑπομνημάτων τὸ δʼ ἐγώ. καθόλου δὲ τὴν τῶν θεῶν ἀγορὰν ἠθέτουν οἱ περὶ Ζηνόδοτον καὶ Ἀριστοφάνη καὶ αὐτὸς Ἀρίσταρχος. *τό τʼ ἐγώ] Ἀρίσταρχος τὸ ἐγώ. 453. *ἥρῳ] ὅτι δισυλλάβως καὶ ἐν Ὀδυσσείᾳ (8, 483) “ἥρῳ Δημοδόκῳ.” 465. * δύσετο] σημειοῦνταί τινες ὅτι ἀντὶ τοῦ ἐδύετο. 466. βουφόνεον] βουφονεῖν ἐστὶν οὐ τὸ θύειν θεοῖς (ἄτοπον γὰρ ἐπὶ θυσίας φόνον λέγειν), ἀλλὰ τὸ φονεύειν βοῦς εἰς δείπνου κατα- σκευήν.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
