# Scholia in Iliadum 1.156-3

Scholia in Homerum, Scholia in Iliadum, Volume 1, ΕΙΣ ΤΗΝ Κ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.156-3

349. ὣς ἄρα φωνήσαντε] οὕτως Ἀρίσταρχος. καὶ θαυμαστὸν οὐδὲν εἰ Ὀδυσσέως εἰπόντος μόνου συλλήβδην ἔφη ὣς ἄρα φωνή- σαντε· σύνηθες γὰρ αὐτῷ τὸ τοιοῦτο. ἐν γοῦν τῇ παραποταμίῳ μάχῃ τοῦ Ποσειδῶνος εἰπόντος μόνου “τοίω γάρ τοι νῶῖ θεῶν ἐπιταρρόθω εἰμὲν Ζηνὸς ἐπαινήσαντος,ʼ ἐπιφέρει “τὼ μὲν ἄρʼ ὣς εἰπόντε μετ᾿ ἀθανάτους ἀπεβήτην” (Il. 21, 287). ἐν μέντοι τῇ Ἀριστοφάνους καὶ ἄλλαις ἑτέρως ἐφέρετο· “ὣς ἔφατ᾿, οὐδʼ ἀπίθησε βοὴν ἀγαθὸς Διομήδης· ἐλθόντες δʼ ἑκάτερθε παρὲξ ὁδοῦ ἐν νεκύεσσι κλινθήτην.” * ὅτι τοῦ Ὀδυσσέως εἰπόντος μόνου εἶπεν συλληπτικῶς ὡς ἄρα φωνήσαντε. *διασταλτέον ἐπὶ τὸ φωνήσαντε.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
