# Scholia in Iliadum 1.157-3-166

Scholia in Homerum, Scholia in Iliadum, 1.157 to 1.166. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.157-3

359. ἀντικρὺ] διαφέρει τὸ ἀντικρύ τοῦ ἄντικρυς προπαροξυτόνου· τὸ μὲν γὰρ ἀντικρύ δηλοῖ τὸ ἐξ ἐναντίας, τὸ δὲ ἄντικρυς τὸ φανερῶς. 361. *ἐρυσσάμενος ξίφος] ὅτι ξίφος ἔχει, πρὸς Ζηνόδοτον (334). 362. κόρυθος φάλον] τὸ προμετωπίδιον ἀνάστημα τῆς περικε- φαλαίας. ἔστι δέ τι προκόσμημα. γίνονται γὰρ ἐπὶ τῶν περικε- φαλαιῶν λαμπροί τινες ἧλοι ἕνεκα προκοσμήματος. φαλὸν δὲ τὸ λαμπρόν· ἐντεῦθεν καὶ φαλακρὸς ὁ ἔχων φαλὸν τὸ κάρα. ἀμφὶ δʼ ἄρʼ αὐτῷ] Ἀρίσταρχος ἀμφὶ δʼ ἄρʼ αὐτῇ, τῇ περικε- φαλαίᾳ. 363. διὰ τί δὲ ὁ Μενέλαος συγκλασθέντος αὐτῷ τοῦ ξίφους οὐκ ἐσπάσατο τὸ τοῦ Ἀλεξάνδρου; ῥητέον οὖν ἢ ὅτι ἔκφρων ἐγένετο, τῷ κινδύνῳ τὸν λογισμὸν ἐκκλαπείς· ἢ πάντως ζῶντα εἰς Ἕλληνας ἑλκύσαι ἠθέλησεν, αὔξων τὸ κατόρθωμα. ἢ καὶ διʼ οἰκονομίαν ὁ ποιη- τὴς ἐσεσώκει διʼ Ἀφροδίτης τὸν Πάριν· ἐλέλυτο γὰρ τὰ τῆς ὑπο- θέσεως τῷ ἐκείνου θανάτῳ. 364. οὐρανὸν εὐρύν] ὅτι Ζηνόδοτος γράφει αἰπύν. αἰπὺ δὲ ὄρος ἂν λέγοιτο, ὁ δὲ οὐρανὸς εὐρύς· παρήκει γὰρ τῇ γῆ. 365. ὀλοώτερος ἄλλων] ἐμοὶ τῷ Μενελάῳ δηλονότι. ἐνόμισαν γάρ τινες διὰ τούτου βλασφημεῖν τὸν Μενέλαον. ῥητέον οὖν ὅτι οὐ βλασφημεῖ ὁ ἥρως, ἀλλὰ νεμεσᾷ. ἀρετῇ γὰρ οἰκεία νέμεσις, οἶδέ τε πάσχων ἅπερ οὐκ ἔδει, καὶ νεμεσᾷ δικαίως ἐπὶ τῷ παρʼ ἀξίαν σωζομένῳ. 366. *περισπᾶται ὁ ἦ· βεβαιωτικὸς γὰρ ἦν. 368. οὐδʼ ἔβαλόν μιν] ὅτι Ἀμμώνιος ἐν τῷ πρὸς Ἀθηνοκλέα συγ- γράμματι ὁμοίως εἶχεν οὐδʼ ἐδάμασσα. καὶ ἔστι συναίρων τοῖς λεγομένοις πρότερον (352) ὑπὸ τοῦ Μενελάου “δῖον Ἀλέξανδρον καὶ ἐμῇς ὑπὸ χερσὶ δαμῆναι.” ὅτι σαφῶς τὸ οὐδʼ ἔβαλόν μιν σημαίνει ἀντὶ τοῦ οὐδὲ ἐπάταξα αὐτόν. 371. πολύκεστος] ὅτι πολύκεστος ὁ πολυκέντητος· ἐκ δὲ τούτου ὁ ποικίλος δηλοῦται διὰ τὰς ῥαφάς. καὶ ὁ τῆς Ἀφροδίτης κεστὸς ἀπὸ τούτου· “τῆ νῦν, τοῦτον ἱμάντα ποικίλον” (Il. 14, 219). ὁ δὲ Καλλίμαχος ὡς ὄνομα κύριον τοῦ ἱμάντος τὸν κεστὸν ἐκδέχεται. *ἁπαλὴν εἶπεν ὀνειδίζων, ὡς ἐπὶ γυναικὸς οὐκ εἰωθυίας κόρυθα φέρειν. 373. *ἐν τῇ Ἀριστοφάνους καί νύ κεν ἐξείρυσεν.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
