# Scholia in Iliadum 1.158-4

Scholia in Homerum, Scholia in Iliadum, Volume 1, ΕΙΣ ΤΗΝ Ζ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.158-4

396. τὸ Ἠετίων εἰ μὲν τοῖς ἄνω συντάττοιμεν, ἐμφανέστερον ποιεῖ τὸ ἀκατάλληλον τῆς ἐπαναλήψεως, ἥτις ὁμοιόπτωτος ὀφείλει γίνεσθαι· εἰ δὲ τοῖς μετὰ ταῦτα, δύναται εἶναι ὁ λόγος καὶ τὸ ἑξῆς, μεγαλήτορος Ἠετίωνος, ὅστις Ἠετίων ᾤκει ὑπὸ Πλάκῳ. Ἠετίων, ὃς ἔναιεν] ἡ διπλῆ πρὸς τὴν ἐπανάληψιν, ὅτι πλεονάζει ἐν Ἰλιάδι, καὶ τὸ τῶν πτώσεων ἀκατάλληλον. ὑπὸ Πλάκῳ] Γράνικος, οἱ δὲ Ἄτραμυς, Πελασγὸς τὸ γένος, ἀφίκετό ποτε ὑπὸ τὴν ἐν τῇ Λυκία Ἴδην, καὶ πόλιν κτίσας ἐκεῖσε ἀφʼ ἑαυτοῦ προσηγόρευσεν Ἀδραμύττιον. γεννήσας δὲ θυγατέρα Θήβην τῷ ὀνόματι, παρὰ τὴν ἀκμὴν τοῦ γάμου ἔθετο γυμνικὸν ἀγῶνα καὶ τὸν ταύτης γάμον τῷ ἀριστεύσαντι. Ἡρακλῆς δὲ κατʼ ἐκεῖνο καιροῦ φανεὶς ἔλαβε τὴν Θήβην γυναῖκα, καὶ κτίσας πόλιν ὑπὸ τὸ Πλάκιον καλούμενον ὄρος τῆς Λυκίας Πλακίαν Θήβην αὐτὴν ἀπὸ τῆς γυναικὸς ἐκάλεσεν. ἡ ἱστορία παρὰ Δικαιάρχω.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
