# Scholia in Iliadum 1.159-167

Scholia in Homerum, Scholia in Iliadum, 1.159 to 1.167. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.159

398. *ἔχεθʼ Ἕκτορι] ὅτι ἀντὶ τοῦ εἴχετο ὑφ’ Ἕκτορος. ἡ γὰρ γυνὴ ἔχεται, ὁ δὲ ἀνὴρ ἔχει. 400. κόλπῳ] ὅτι κόλπον τὰς ἀγκάλας νῦν εἶπεν. εἴωθε δὲ καὶ τὸ ἄνω τοῦ πέπλου οὕτως καλεῖν· “κόλπον ἀνιεμένη” (Il. 22, 80). *ἀταλάφρονα] ἁπαλὰ φρονοῦντα, μὴ δυνάμενον τλῆναι καὶ κακο- παθεῖν. *αὔτως] οὕτως ὡς οἱ παῖδες. 402. *καλέεσκε Σκαμάνδριον] σημείωσαι τὸ μέτρον. 403. *ὅτι παρετυμολογεῖ. 408. *καὶ ἔμʼ ἄμμορον] ὅτι τινὲς γράφουσι καὶ ἐμὸν μόρον, οὐκ εὖ. 413. διὰ τί διηγεῖται τῷ ἐπισταμένῳ; ὅτι οὐκ ἔστιν ἀναλογισ- μὸς τοῦ συμφέροντος ταῖς ἀσθενούσαις ψυχαῖς. αὗται δὲ πρὸς τὸ πενθεῖν εἰσὶ καὶ τὸ δεῖσθαι διὰ τὴν ταραχήν. 414. ἁμὸν] Δημήτριός φησιν ἀντὶ τοῦ ἐμόν· διὸ καὶ ἄντικρυς ψιλοῖ. πιθανώτερον δέ ἐστι Δωρικώτερον εἶναι, ἀντὶ τοῦ ἡμέτερον, ἁμόν. οὕτως Ἀπολλώνιος. 415. * εὖ ναιετάωσαν] ὅτι ἀντὶ τοῦ εὖ ναιομένην. *ναιετάωσαν] Ἀρίσταρχος διὰ τοῦ ὁ ναιετόωσαν. 417. ὅτι διδάσκει τί τὸ ἐξενάριξεν· ἐπιφέρει γὰρ “ἀλλʼ ἄρα μιν κατέκηε σὺν ἔντεσιν.”

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
