# Scholia in Iliadum 1.160-174

Scholia in Homerum, Scholia in Iliadum, 1.160 to 1.174. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.160

374. ὑποστικτέον ἐπὶ τὸ ἰόντες καὶ ἵκοντο. περισσεύει δὲ ὁ ἑξῆς σύνδεσμος ὁ οἱ δʼ ὲπʼ ἐπάλξεις βαῖνον. 375. ἐπʼ ἐπάλξεις βαῖνον] ὅτι εἰ μὴ νοήσωμεν κρόσσας (258) τὰς κλίμακας, πῶς ἂν ἄλλως δύναιντο ἀναβαίνειν ἐπὶ τὸ τεῖχος; 379. Σαρπήδοντος] τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα, ὡς Χαλκώδοντος· οὐ γὰρ δύναται ἔτι φυλάσσεσθαι ὁ τόνος τῆς Σαρπηδόνος γενικῆς διὰ τὸ μηδέποτε τὰ εἰς ων ὀνόματα ὀξύτονα ἐπιδέχεσθαι τὴν διὰ τοῦ τ κλίσιν. ἔνθεν γὰρ καὶ τὸ ἑκών μετοχή. 382. χειρί γε τῇ ἑτέρῃ] οὕτως αἱ Ἀριστάρχου καὶ αἱ πλείονς, χείρεσσʼ ἀμφοτέρῃσιν. ἐν δὲ ταῖς κοινοτέραις χειρί γε τῇ ἑτέρῃ ἔχοι ἀνήρ, ὅπερ ἐκλύει τὴν ἰσχὺν τοῦ Αἴαντος. 383. ἐν ἄλλῳ ὁ δέ μιν ῥέα πάλλε καὶ οἶος. 385. ἀρνευτῆρι] ἀρνευτὴρ ὁ κυβιστὴρ, παρὰ τοὺς ἄρνας· οὗτοι γὰρ κυβιστῶσιν, ὥσπερ τὸν ἀέρα κυρίττοντες. τινὲς δὲ τῷ δελφῖνι· οἱ γὰρ ἄρσενες ἐπὶ κεφαλὴν ἵενται, ὅταν γαλήνη γένηται. 386. * ὑψηλοῦ] γράφεται ἀπʼ εὐεργέος. 388. οὐ πάντως διασταλτέον ἐπὶ τὸ ἰῷ· κἂν συνάπτηται γὰρ ὁ στίχος, δύναται ὑπερβατὸν νοεῖσθαι, ἰῷ βάλεν ἐπεσσύμενον τείχεος ἀντὶ τοῦ ἐπὶ τὸ τεῖχος. 389. ἡ ῥʼ ἴδε] καθʼ ὃ μέρος ἐθεάσατο αὐτοῦ τὸν βραχίονα γεγυμνωμένον. 391. ἀθρήσειε] ψιλωτέον· πᾶν γὰρ φωνῆεν πρὸ δασέος καὶ τοῦ ρ ψιλοῦται, ἴθρις Ὄθρυς ἄχρις ἀφρός ὄφρα, ὑπεσταλμένου τοῦ ἅθρους πρὸς διάφορον σημαινόμενον. πρόδηλον δὲ κἀκ τῆς συναλοιφῆς, ὅτι ψιλοῦται “ἡ δʼ οὕτʼ ἀθρῆσαι δύνατοʼ (Od. 19, 478). 393. αὐτίκʼ ἐπεί τʼ ἐνόησεν] τὸ ἑξῆς ἐστὶν ἐπεὶ ἐνόησε, παρέλ- κοντος τοῦ τέ· διὸ τὴν πει συλλαβὴν ὀξυτονητέον. τοῦ δὲ ὅμως τὴν προτέραν ὀξυτονητέον· ἔστι γὰρ σύνδεσμος. προείρηται δὲ τὸ αἴτιον. 394. ἀλʼ ἄγε Θεστορίδην Ἀλκμάονα] ὅτι οὐ Κάλχαντος ἀδελφὸς Ἀλκμάων, ἀλλʼ ὁμώνυμος, ἐπεὶ προσέθηκεν ἄν τι εἰς διάγνωσιν. 400. * ὁ μὲν] ὅτι πρὸς τὸ δεύτερον πρότερον ἀπήντησεν. 401. * ὅτι διὰ τελαμώνων ἀνήπτοντο αἱ ἀσπίδες. 404. ἡ δὲ διαπρό] οὕτως οὐδὲ διὰ πρό αἱ Ἀριστάρχου. ἡ δὲ κοινὴ ἡ δὲ διὰ πρό.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
