# Scholia in Iliadum 1.161

Scholia in Homerum, Scholia in Iliadum, Volume 1, ΕΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΛΑ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.161

249. τοῦ καὶ ἀπὸ γλώσσης] ἡ γλῶσσα τρία σημαίνει, αὐτό τε τὸ σῶμα, καὶ τὴν διάλεκτον, καὶ τὸ ἀπεξενωμένον τῶν λέξεων. μέλιτος γλυκίων] μέλιτος διὰ τὸ πείθειν, ῥέεν πρὸς τὸ ἀνεμπό- διστον. ἔοικε δὲ ἀποτείνεσθαι εἰς ἑαυτὸν ὁ κατὰ συλλογισμὸν ἔπαινος. *ὅτι Ζηνόδοτος χωρὶς τοῦ ν γλυκίω. τὰ δὲ τοιαῦτα σνγκριτικὰ ἔχει τὸ ν. 250"τῷ δʼ ἤδη δύο μὲν γενεαὶ] ὅ ἐστι, δύο τριακονταετηρίδες παρεληλύθεσαν ἐπʼ αὐτῷ. ἡ γὰρ γενεὰ λ΄ ἔτη ἔχει· τελεία γὰρ αὕτη πρὸς γένεσιν ἡλικία. οἱ μὲν οὖν συντεχθέντες αὐτῷ ἀπολώ- λεισαν ὑπὸ Ἡρακλέους, οἱ δὲ συγγηράσαντες οὐ συνεστράτευσαν αὐτὸς δὲ, “οὔ μιν ἐπέτρεπε γήραι λυγρῷ (Il. 10, 79). τῶν οὖν υἱῶν αὐτῶν ἧρχεν. ἔστιν οὖν ἑβδομηκονταέτης· δύο γὰρ γενεὰς πληρώσας εἰς τὴν τρίτην κατελέγετο. ἀμέλει τήν τε Ἑκαμήδην ἔχει καὶ μετὰ τὸν νόστον σύνεστι τῇ γυναικί. μερόπων ἀνθρώπων] μεμερισμένην τὴν φωνὴν ἐχόντων, ὡς πρὸς σύγκρισιν τῶν ἄλλων ζώων. ὅ ἐστι μεριζομένην εἰς συλλαβὰς καὶ ἔναρθρον ἐχόντων τὴν ὄπα, τουτέστι τὴν φωνήν. ἢ ἀπὸ Μέροπος τοῦ Ὕαντος, ὃς μετὰ τὸν κατακλυσμὸν πρῶτος συνῴκισε τοὺς ἀνθρώπους. ἢ τῶν μοιρούντων περὶ τὴν ὄπα. οἱ δὲ, τῶν παρεξηλλαγμένην ὄπα ἐχόντων.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
