# Scholia in Iliadum 1.167-2-174

Scholia in Homerum, Scholia in Iliadum, 1.167 to 1.174. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.167-2

374. Διὸς θυγάτηρ Ἀφροδίτη] πάλιν διαστολὴ πρὸ τούτου· ἀνέστραπται γὰρ ἡ περίοδος. ὀρθὴ δʼ ἂν ἐγένετο οὕτως, εἰ μὴ ἄρʼ ὀξὺ νόησε, καί νύ κεν εἴρυσέν τε. 375. ἶφι κταμένοιο] ἰσχυρῶς καὶ μετὰ βίας ἀναιρεθέντος, τουτ- έστι σφαγέντος· τὰ γὰρ τῶν θνησιμαίων ζώων δέρματα ἀσθενῆ ἐστὶν ὡς ἂν προδιαφθαρέντα ὑπὸ τῆς νόσου. 379, 380. ἔγχει] ζητεῖται ποίῳ ἔγχει: ὃ γὰρ εἶχεν ἐξηκόντισεν· διὸ ἡ διπλῆ. λεκτέον οὖν ὅτι ἐπόρουσεν ἐφʼ ὃ ἐξηκόντισεν ἔγχος ἐνε- χόμενον τῇ ἀσπίδι καὶ τῷ θώρακι τοῦ Ἀλεξάνδρου, ἵνα τοῦτο ἐκσπά- σας ἀνέλοι αὐτόν. οὕτως οὖν ληπτέον τὸ ἑξῆς, ἐπόρουσε ἔγχεϊ χαλ- κείῳ, εἶτα χωρὶς κατακτάμεναι μενεαίνων. 387. ναιεταώσῃ] ναίω ναιέτης· καὶ ὡς κυνηγέτης κυνηγετῶ, οὕτως ναιέτης ναιετῶ ναιετᾷς, διαιρέσει ]ναιετάω. καὶ ἔδει μὲν ναιεταούσῃ, καί ἐστιν ὅμοιον τῷ “ἱδρῶσαι· ἦγον δέ” (Il. 11, 598). 390. στικτέον μετὰ τὸ ἴθι· αὐτοτελὲς γὰρ καὶ ἀσύνδετον πρὸς τὰ ἐξῆς. καὶ κατὰ τὸ τέλος τοῦ στίχου στικτέον τελείᾳ. 391. δεινωτοῖσι] ὅτι δεινωτὰ λέχη λέγει ἤτοι διὰ τὸ τετορνεῦσθαι τοὺς πόδας, ἢ διὰ τὴν ἔντασιν τῶν ἱμάντων· πρώτῃ γὰρ ἐχρῶντο τῇ διὰ τῶν ἱμάντων πλοκῇ. 392. οὐδέ κε φαίης] ὅτι ὡς πρός τινα λέγει μὴ ὑποκειμένου προσώπου, ἀντὶ τοῦ φαίη τις ἄν. 393. *διαστολὴ βραχεῖα ἐπὶ τὸ ἐλθεῖν· κοινὸν γὰρ τὸ οὐδέ κε φαίης.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
