Ancient Greek
Volume 1, ΕΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΛΑ.
Scholia in Homerum, Scholia in Iliadum 1.168
Not analysed yet
263. οἷον Πειρίθοον] Πειρίθους ὁ Ἰξίονος γένει μὲν ἦν Ἀθηναῖος, ᾠκείωτο δὲ τοῖς Κενταύροις· πρὸς γάμον δὲ ἀγόμενος Ἱπποβότειαν τὴν Βούτα τοὺς Κενταύρους συνεκάλεσεν εἰς εὐωχίαν, οἵτινες οἰνωθέντες ἐπεχείρουν ὑβρίζειν ὅσαι τῶν Ἑλληνίδων παρῆσαν γυναικῶν· ὅθεν οἱ Λαπίθαι συστάδην μαχεσάμενοι διώκουσιν αὐτοὺς εἰς Μαλέαν, ὄρος τῆς Πελοποννήσου. ἡ δέ τινι ἀναστρεφομένη μεταβαλόντι τὴν φύσιν εἰς ἵππον διεμίγη, καὶ τὸν προειρημένον ἐγέννησε Πειρίθουν, ὃς ὠνομάσθη ἀπὸ τοῦ περιθεῖν ἵππῳ ὁμοιωθέντα τὸν Δία ἐν τῷ μίγνυσθαι τῇ μητρὶ αὐτοῦ.