# Scholia in Iliadum 1.169-2-183

Scholia in Homerum, Scholia in Iliadum, 1.169 to 1.183. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.169-2

428. * βάλʼ Ἄρτεμις] αἰφνιδίως ἐτελεύτησε· τοὺς γὰρ αἰφνιδίους θανάτους ἀναφέρουσιν εἰς Ἀπόλλωνα καὶ Ἄρτεμιν. 432. * θήῃς] οὕτως Ἀρίσταρχος διὰ τοῦ η, θήῃς. 433. ἀθετοῦνται στίχοι ἑπτὰ ἕως τοῦ (439) “ἤ νυ καὶ αὐτῶν θυμός,” ὅτι ἀνοίκειοι οἱ λόγοι τῇ Ἀνδρομάχῃ· ἀντιστρατηγεῖ γὰρ τῷ Ἕκτορι. καὶ ψεῦδος παρέχουσιν· οὐ γὰρ παρέδωκεν εὐεπίδρομον τὸ τεῖχος κατὰ τοῦτο τὸ μέρος, οὐδʼ οὕτως ἐστὶ πλησίον ἡ μάχη τοῦ τείχους. καὶ ὁ Ἕκτωρ (441) πρὸς τὰ πρότερα ἀπαντᾷ λέγων “ἦ καὶ ἐμοὶ τάδε πάντα.” 434. * ἀμβατός] οὕτως Ἀρίσταρχος, ἀμβατός. Καλλίστρατος διὰ τοῦ η, ἀμβατή. 435. *τῇ γʼ ἐλθόντες] γρ. καὶ διὰ τοῦ δ, καὶ διὰ τοῦ γ. 437. Ἀτρείδας] ὁ Ἰξίων ἐν τῷ πρὸς τοὺς ἠθετημένους Ἀτρείδα προφέρεται δυϊκῶς. 438, 439. ἤ—ἤ] διὰ τὸ πού καὶ νύ τὸν ἤ ὀξυτονητέον, ὃς δύναται εἶναι διαζευκτικὸς ἢ καὶ παραδιαζευκτικός. 439. *ἐν ἐνίοις ᾖ νυ καὶ αὐτοὺς θυμός. 441. ὅτι πρὸς τὴν λέγουσαν “ἀλλʼ ἄγε νῦν ἐλέαιρε” καὶ “μὴ παῖδʼ ὀρφανικὸν θείης” οἰκείως ἀπήντηκεν· ὁ δὲ διασκευαστὴς ἐπλανήθη. 442. ἑλκεσιπέπλους] αἱ ἐν τῷ βαδίζειν ἐπισύρουσαι τοὺς πέπλους. 444. μάθον ἔμμεναι ἐσθλός] διδακταὶ γὰρ αἱ ἀρεταί. ἄμεινον δὲ τὸ ἔμαθον ἀντὶ τοῦ εἴωθα. 445. τὸ αἰεί τοῖς ἐπάνω προσδοτέον, ἵνα μὴ ὑπερβατὸν γένηται τοῦ παί συνδέσμου, καὶ αἰεὶ πρώτοισι. κοινὸν μέντοι νοεῖται κατʼ ἀμφοτέρων τὸ ἀεί, ὥσπερ καὶ τὸ μάθον. 446. * ἀρνύμενος] ἀντὶ τοῦ περικτώμενος. 448. ἔσσεται ἦμαρ] οὐκ ἐκφοβεῖ, ἀλλὰ πρὸς τὸ μέλλον εὐπαρά- μυθον ποιεῖ. οὐχ ὁρίζει δὲ τὸν χρόνον τῆς ἁλώσεως· ὧν γὰρ δεινῶν χρόνος οὐχ ὁρίζεται, τούτων ἦττον ἐλύπησεν ἡ προσδοκία, ώσπερ ἔστιν ἰδεῖν καὶ ἐπὶ τοῦ θανάτου· προειδότες γὰρ ὅτι τεθνηξόμεθα διὰ τὸ μὴ εἰδέναι τὸ πότε ἦττον ἀχθόμεθα. *ὅτι θηλυκῶς τὴν Ἴλιον. 457. ὕδωρ φορέοις] ὅτι κατὰ τὸ προστυχὸν οὕτως εἰπόντος Ὁμήρου οἱ νεώτεροι τῷ ὄντι ὑδροφοροῦσαν εἰσάγουσιν αὐτήν. *Μεσσηῒς καὶ Ὑπέρεια κρῆναι Ἄργους.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
