# Scholia in Iliadum 1.169

Scholia in Homerum, Scholia in Iliadum, Volume 1, ΕΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΛΑ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.169

264. Καινέα] ὁ Καινεὺς Ἐλάτου μὲν ἦν παῖς, Λαπιθῶν δὲ βασιλεύς, πρότερον ἦν παρθένος εὐπρεπὴς, μιγέντος δὲ αὐτῇ Ποσει- δῶνος, αἰτησαμένη μεταβαλεῖν εἰς ἄνδρα ἡ νεᾶνις ἄτρωτος γίνεται, γενναιότατος τῶν καθʼ αὑτὸν ὑπάρξας. καὶ δή ποτε πήξας ἀκόντιον ἐν τῷ μεσαιτάτῳ τῆς ἀγορᾶς θεὸν τοῦτο προσέταξεν ἀριθμεῖν. δι᾿ ἣν αἰτίαν ἀγανακτήσας ὁ Ζεὺς τιμωρίαν τῆς ἀσεβείας παρʼ αὐτοῦ εἰσεπράξατο. μαχόμενον γὰρ αὐτὸν τοῖς Κενταύροις καὶ ἄτρωτον ὄντα ὑποχείριον ἐποίησε· βαλόντες γὰρ αὐτὸν οἱ προειρημένοι δρυσί τε καὶ ἐλάταις ἤρεισαν εἰς γῆν. μέμνηται δὲ αὐτοῦ καὶ Ἀπολλώνιος ἐν τοῖς Ἀργοναυτικοῖς (1, 59), λέγων οὕτως “Καινέα γὰρ δὴ πρόσθεν ἔτι κλείουσιν ἀοιδοὶ Κενταύροισιν ὀλέσθαι, ὅτε σφέας οἶος ἀπʼ ἄλλων ἤλασʼ ἀριστήων· οἱ δʼ ἔμπαλιν ὁρμηθέντες οὔτε μιν ἀγκλῖναι προτέρω σθένον οὔτε δαίξαι, ἀλλʼ ἄχρηκτος ἄκαμπτος ἐδύσατο νειόθι γαίης, θεινόμενος στιβαρῇσι καταΐγδην ἐλάτῃσιν.” Ἐξάδιόν τε] παρὰ τῷ ποιητῇ ἀπὸ τοῦ ε τὸ ὄνομα ἤρξατο, παρὰ δὲ τοῖς νεωτέροις καὶ χωρὶς τοῦ ε εὑρέθη, ὡς καὶ Ὀϊλεὺς μὲν παρὰ τῷ ποιητῇ καὶ παρʼ Ἡσιόδῳ. εἰ δὲ χρὴ πρὸς τὸν χαρακτῆρά τι λέγειν, ἐκεῖνο ἔχομεν εἰπεῖν, ὡς ὅτι ἐχρῆν δασύνεσθαι αὐτό· τὸ γὰρ ε πρὸ τοῦ ξ, ὑποστελλομένων τῶν παρὰ τὴν ἐξ πρόθεσιν, θέλει δασύνεσθαι, ἕξις ἐξῆς ἕξω. χωρὶς εἰ μὴ λέγοι τις διὰ τὴν ἰδιότητα τὸ πνεῦμα μεταπεπτωκέναι.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
