Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ M.
Scholia in Homerum, Scholia in Iliadum 1.17-3
Not analysed yet
33. *ὅρ] γράφεται καὶ ἴεν. οὕτως φέρουσι τὴν γραφὴν, ιεν ὡς τίθεν. καὶ γίνεται ἀμφίβολον πότερον αὐτοὶ οἱ ποταμοὶ ἵεν, ἵνα τοῦ ἵεσαν συγκοπὴ ὑπάρχῃ, ἐς ἀπὸ τοῦ ἐτίθεσαν τὸ ἔτιθεν· καὶ δέον δασύνειν. εἰ δὲ ἑνικὸν εἴη τὸ τεν ἀντὶ τοῦ ἐπορεύετο, ψιλωτέον ὁμοίως τῷ “ἄσσον ἴεν πολυκάρπον ἀλωῆς” (Od. 24, 221)· ὅπερ οὐ πιθανόν· ἡ μέντοι κοινὴ ἵει ἐστὶν ὁμοίως τῷ “ἐννῆμαρ δʼ ἐς τεῖχος ἵει ῥόον (25). καὶ μήποτε εἶη πιθανώτερον· πάντα γὰρ ὁρᾶται τὰ παρακείμενα ἑνικῶς τεθειμένα “τεῖχος ἀμαλδύνας, ποταμοὺς δʼ ἔστρεψε νέεσθαι.”