# Scholia in Iliadum 1.174-186

Scholia in Homerum, Scholia in Iliadum, 1.174 to 1.186. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.174

342. τὴν αὐτοῦ φιλέει] ὁ Ἀσκαλωνίτης δασύνει, σύνθετον ἐκδεχό- μενος τὴν ἀντωνυμίαν· διὸ καὶ τὰς τοιαύτας κατὰ διάλυσιν ἀναγι- νώσκομεν “καὶ μαχόμην κατʼ ἔμʼ αὐτὸν ἐγώ” (Il. 1, 271) καὶ “πυκάσασα ἓ αὐτήν” (Il. 17, 551). τί οὖν ἐστὶν ἐνθάδε λέγειν; ἢ ὅτι λείπει ἡ ἕο, ὡς τὸ “ἕο τʼ αὐτοῦ πάντα κολούει” (Od. 8, 211). οὕτως καὶ ἐνθάδε “τὴν ἕο αὐτοῦ φιλέει.” 343. δουρικτήτη ὡς ἀριγνώτη, ἵνα τοῦ δουρίκτητος παρώνυμον ῇ· οὕτως γὰρ φιλεῖ σχηματίζειν ὁ ποιητὴς, ἀμφιρύτη περιξεστῇ. 345. * εὖ εἰδότος] καλῶς ἐπισταμένου μου ὅτι ἀπατεών ἐστιν. 347. φραζέσθω] πρὸς τὸ ἐν Ὀδυσσείᾳ (8, 75) ζητούμενον νεῖκος Ὀδυσσῆος καὶ Πηλείδεω Ἀχιλῆος, ὅτι ἐμφαίνει καὶ νῦν ἀναιρῶν τὴν ἐπιχείρησιν τῶν περὶ Ὀδυσσέα λεγόντων βουλῇ καὶ λόγῳ αἱρεθή- σεσθαι τὴν πόλιν. νῦν γὰρ οἷον ἐπισαρκάζων λέγει. 349, 350. ἐν τῷ περὶ Ἰλιάδος καὶ Ὀδυσσείας ὁ Ἀρίσταρχος προφέρεται καὶ ἤλασεν ἔκτοθι τάφρον, καὶ ἐν τῷ ἑξῆς περὶ δὲ σκόλοπας κατέπηξεν. εἰσὶ δὲ οὐκ ἄτοποι αἱ γραφαί. *Ἀρίσταρχος καὶ ἤλασεν ἔκτοθι τάφρου. 350. *βραχὺ διασταλτέον ἐπὶ τὸ εὐρεῖαν πρὸς ἔμφασιν. 353. ἀπὸ] δύναται τῇ γενικῇ συντάσσεσθαι, καὶ μὴ πάντως ση- μαίνειν τὸ ἄπωθεν. 354. Σκοιάς τε πύλας] ὅτι πληθυντικῶς εἶπε τὴν πύλην μίαν οὖσαν. Σκαιαὶ δὲ καὶ Δαρδάνιαι αί αὐταί. ἡ δὲ δρῦς πρὸ τῆς Ἰλίου ἦν. 356. *πολεμιζέμεν] γράφεται καὶ πολεμίζειν. 358. * ἀντὶ τοῦ κινήσαντος. 360. Ἑλλήσποντον] ἀντὶ τοῦ διʼ Ἑλλησπόντου. Ἑλλήσποντος δέ ἐστιν ἡ ἐν τοῖς στενοῖς θάλασσα παρακειμένη τῇ Τροίᾳ, οὕτως προσαγορευθεῖσα ἀπὸ Ἕλλης τῆς Φρίξου ἀδελφῆς. ἰχθυόεντα] καὶ ἀλλαχοῦ ταῦτα τὰ μέρη ἰχθυώδη ἀναγράφονται, ὅ τε Εὔξεινος πόντος καὶ ὁ Ἑλλήσποντος, ἀλλὰ καὶ ὁ Βόσπορος. 364. ἔστι δέ μοι μάλα πολλά] ἀντίθεσιν ποιεῖται τῶν δώρων Ἀγαμέμνονος, ὅτι μοι, φησὶν, οὐ χρεία αὐτῶν ἔχοντι πολλὰ, τοῦτο μὲν τὰ τοῦ Πηλέως, τοῦτο δὲ ἅπερ ἐκ τῶν Τρωικῶν λαφύρων ἐδέξατο. ὅτι τὸ ἔρρων οὐ λέγει ψιλῶς παραγινόμενος, ἀλλὰ δυσαρεστῶν τῇ παρουσίᾳ φησὶν, ἐνθάδε μετὰ φθορᾶς παραγινόμενος. 366. πολιόν] λαμπρόν· ὀξυνθεὶς γὰρ ὁ σίδηρος λευκότερος γίνε- ται.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
