# Scholia in Iliadum 1.176-2-188

Scholia in Homerum, Scholia in Iliadum, 1.176 to 1.188. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.176-2

444. Διὸς ἀμφὶς] πρὸς τὴν καθέδραν, ὅτι ἑκατέρωθεν τοῦ Διὸς Ἥρα καὶ Ἀθηνᾶ. 448. οὐ μέν θην] τινὲς ἐν ἐρωτήσει, καὶ περὶ τῆς προτέρας νοοῦσι μάχης. οἷον οὐκ ἀπήρκεσεν ὑμῖν ἐκεῖνα· οἱ δὲ ἐν ἀποφάσει καὶ περὶ. τῆς νῦν κερτομικῶς. ὅτι Ζηνόδοτος γράφει καμέτην διὰ τοῦ η ἀντὶ τοῦ ἔκαμον. τὸ δὲ κάμετον πρὸς τὸ πρόσωπον ἀντὶ τοῦ ἐκάμετε, ὃ καὶ συμφωνεῖ. 449. * τοῖσιν κότον] Ἀρίσταρχος τοῖον κότον, καὶ ἔχει τινὰ ἔμ- φασιν. 450. πάντως, οἷον ἐμόν γε μένος καὶ τὰ ἑξῆς] ἡ δὲ τοῦ πάντων μείζονος θεοῦ δύναμις, φησὶ, τηλικαύτη ὑπάρχει ὡς μηδὲ ὑπὸ πάντων τῶν θεῶν δύνασθαι καταγωνισθῆναι. *ἀντὶ τοῦ ἐκ παντὸς τρόπου οὐκ ἄν με τρέψειαν. 454. * τὸ δέ κεν τετελεσμένον ἦεν] ἐν ἄλλῳ καί κεν τετελε- σμένον ἔπλεν. 455. *πληγέντε κεραυνῷ] ἀντὶ τοῦ πληγείσα. ὅτι ἀρσενικῶς τὸ δυϊκὸν ἐσχημάτισται, πληγέντε ἀντὶ τοῦ πλη- γείσα. καὶ Ἡσίοδος “προλιπόντʼ ἀνθρώπων” (O. 199) ἐπὶ αἰδοῦς καὶ νεμέσεως, ἀντὶ τοῦ προλιποῦσαι. 459. * ἀκέων] ὅτι ἀντὶ τοῦ ἀκέουσα. 460. * σκυζομένη] παρὰ τὸ ἐπεισάγειν τὸ ἐπισκύνιον. 463—465. * ὅτι ἐντεῦθεν ἄνω (30) μετάκεινται. 463. *οὐκ ἀλαπαδνόν] γράφεται οὐκ ἐπιεικτόν. 470. *ἠοῦς] ἅμα ἡμέρᾳ, οἱονεὶ ὄρθρου. σημαίνει δὲ τὸ αὔριον. ἠοῦς δή] ὅτι Ζηνόδοτος γράφει ἄας δὴ καὶ μᾶλλον, ἀντὶ τοῦ ἐσαύριον. ἔστι δὲ ἡ λέξις οὐχ Ὁμηρική. 471. *αἴ κʼ ἐθέλῃσθα] ἐν ἄλλῳ ἢν ἐθέλῃσθα. 474. ὄρθαι] ἀπὸ βαρυτόνου τοῦ ὄρω κέκλιται. ὅτι δέ ἐστι βαρύ- τονον τὸ ὄρω, πρόδηλον ἐκ τοῦ “ὅτε τʼ ὤρετο” (Il. 12, 279) “ὦρτο πολὺ πρῶτος μέν” (Il. 7, 162).

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
