# Scholia in Iliadum 1.179-2-190

Scholia in Homerum, Scholia in Iliadum, 1.179 to 1.190. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.179-2

453. *μισγάγκειαν] τὸ ἄγκος εἰς ὃ μίγνυνται οἱ ποταμοί. 454. χαράδρης] τῆς ἐγχαράξεως τοῦ ἐδάφους τῆς γιγνομένης ἀπὸ τῶν καταφερομένων ὀμβρίων ὑδάτων. εἴρηται δὲ ἀπὸ τοῦ οἱονεὶ ἐγκεχαράχθαι τῇ φορῷ τοῦ ὕδατος. 456. *φόβος] ὅτι τὴν μετὰ δέους φυγὴν φόβον εἴρηκεν. *Ἀρίσταρχος ἰαχή τε πόνος τε· οὐ γὰρ γέγονέ πω φυγή. 457. πῶς οὐκ Αἴας πρῶτος ἢ Διομήδης ἀριστεύει; καί φασιν ὅτι Πύλιοι πρῶτοι συνέρρηξαν. ἄλλοι δὲ, ὅτι ἐπεὶ ὁ Ἀντίλοχος ἄλκιμος καὶ ταχὺς ὑπόκειται, εἰκότως καὶ φονεύει πρῶτος. ἐμοὶ δὲ δοκεῖ ἀπʼ ἐλάσσονος ἦρχθαι τὸν ποιητὴν, τὸ τῆς τύχης αἰνισσόμενος κράτος. 457, 458. συναπτέον κορυστὴν ἐσθλόν, ἵν ᾖ τὰ ἑξῆς, ἔκτεινεν ἐν προμάχοις. ὅτι οὐ κατὰ τὸ τυχὸν πρῶτον Ἀντίλοχον ἀναιροῦντα παράγει, ἀλλʼ ὅτι τάχιστον αὐτὸν προσυνίστησι διὰ τῶν ἄλλων καὶ εὐκίνητον. 458. * Θαλυσιάδην· Ἐχέπωλον] ὅτι ἄδηλον πότερον κύριον, ὁ Θαλυσιάδης ἢ ὁ Ἐχέπωλος. κύριον τὸ δεύτερον· ἐπιθετικῶς γὰρ ὅτε φησί, ταχύπωλον λέγει καὶ αἰολοπώλους, καὶ πατρωνυμικοῖς ἀντὶ κυρίων οὐ χρῆται ὅτι μὴ ἐπὶ τοῦ “καὶ Ἀργεάδην πολύμηλον” (Il. 16, 417). 463. ὅτι ἀπὸ τῆς πληγῆς πέπτωκε· τοὺς γὰρ πόδας τοῖς πολε- μίοις δέδωκεν. 465. διαστολὴ βραχεῖα βελέων· τἄλλα δὲ συναπτέον, λελιη- μένος ὄφρα τάχιστα. 468, 469. *τὸ ἑξῆς πλευρὰ οὔτασε, τὰ δὲ λοιπὰ διὰ μέσου. 472. ἐδνοπάλιζεν] δονῶ δονοπίζω, πλεονασμὸς δονοπαλίζω, καὶ συγκοπὴ δνοπαλίζω, ὡς πυκτεύω πυκταλεύω. 475. Ἴδηθεν] Ἴδη ἐστὶν ὄρος ὑφηλότατον Τροίας. ἔστι δὲ καὶ ἑτέρα Ἴδη τῆς Κρήτης, ἀπὸ Ἴδης τῆς τὸν Δία θρεψάσης νύμφης. Δίδυμος δὲ πάντα τὰ ὅρη ἴδας λέγει, ἀπὸ τοῦ δύνασθαι ἀπʼ αὐτῶν πάντα καθορᾶν. 478. θρέπτρα] ὅτι Ζηνόδοτος γράφει χωρὶς τοῦ ρ. λέγεται δὲ θρεπτά τὰ τεθραμμένα, θρέπτρα δὲ σὺν τῷ ρ τὰ θρεπτήρια, ὥσπερ λύτρα τὰ λυτήρια.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
