# Scholia in Iliadum 1.179-3

Scholia in Homerum, Scholia in Iliadum, Volume 1, ΕΙΣ ΤΗΝ Ε.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.179-3

638. ἀλλʼ οἷόν τινα] ταῦτα ἀφʼ ἑτέρας ἀρχῆς πάντως ἀναγνω- στέον, ἐάν τε δασύνωμεν τὸ οἷον, ὡς Ἀριστοφάνης καὶ Ἀρίσταρχος, ἐάν τε ψιλῶμεν, ὡς Παρμενίσκος. μᾶλλον δὲ ἐκ τοῦ δασυνομένου ὁ θαυμασμὸς νοεῖται, καὶ μάλιστα οτι πρόσκειται τὸ τινά. Νικίας ψιλοῖ, ἐκδεχόμενος τὸ μόνον. ἄλλοι δὲ δασύνουσι θαυμα- στικῶς ἐκδεχόμενοι, ὡς καὶ Ἡρακλέων, ἵνα ὅμοιον ᾖ τῷ “ἀλλʼ οἷον τὸν Τηλεφίδην ” (Od. 11, 518). κέχρηται μὲν οὖν αὐτῷ καὶ ὁμοιω- ματικῶς “οἷόν τε κρομύοιο λοπόν ” (Od. 19, 233) καὶ ἀντὶ τοῦ ὡς “οἷον ἀναΐξας” (Od. 1, 410). Τυραννίων δὲ ἀλλοῖον ἀναγινώσκει ὡς ἑτεροῖον, ὁμοίως τῷ “ἀλλοῖός μοι, ξεῖνε ” (Od. 16, 181). ἡμῖν δὲ δοκεῖ θαυμαστικώτερον ἀναγινώσκειν, ὥσπερ καὶ τοῖς περὶ Ἡρακλέ- ωνα, ἵνα ὅμοιον ᾖ τῷ “ὁσσάτιόν τε καὶ οἷον ” (758) καὶ “ἀλλ᾿ οἷον τόδʼ ἔρεξεν” (Od. 4, 242) “οἷον τὸν Τηλεφίδην.” οὕτως ἀρέσκει καὶ Φιλοξένᾳ. *ὅτι τὸ οἷον ἐπὶ θαυμασμοῦ. τινὲς δὲ ἀλλοῖον παρὰ τοὺς νῦν. Ζηνόδοτος δὲ καὶ ἀμέτρως γράφει Ἡρακλείην.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
