Ancient Greek
1.179 to 1.180
Scholia in Homerum, Scholia in Iliadum 1.179-4-180
Not analysed yet
404. *ἔδει εἰπεῖν ἄλλοις. 408. πῶς δαὶ] ἡ μὲν σύνταξις ἐπιζητεῖ πῶς δʼ αἱ, τὸ αἱ ἄρθρον· ὁ δὲ Ἀρίσταρχος δύο παρέλαβε χαρακτηριστικὰ τοῦ ποιητοῦ, ἔλλειψιν ἄρθρου καὶ τοῦ δαί σύνταξιν μετὰ τὸ πύσμα. οὕτως γὰρ αὐτῷ ἔθος· “ποῦ δαὶ νηῦς ἔστηκε” (Od. 24, 298). “τίς δαὶ ὅμιλος (Od. 1, 225). *ὅτι σύνδεσμος ὁ δαι καὶ οὐκ ἄρθρον.