Ancient Greek
1.18 to 1.26
Scholia in Homerum, Scholia in Iliadum 1.18-3-26
Not analysed yet
23—31. ὅτι Ζηνόδοτος ἦρκε τοὺς στίχους πρὸς οὐδὲν ἀναγκαῖον, ἀλλʼ ἕνεκα τοῦ κατʼ ἄλλους τόπους φέρεσθαι (Il. 2, 116—118. 139— 141. 9, 693. 696. 7, 398. 399). τοιοῦτος δέ ἐστιν ἐπὶ τῶν διφο- ρουμένων. τὴν δὲ συνέπειαν οὕτως ποιεῖ “δυσκλέα Ἄργος ἱκέσθαι. ἤτοι ὅγʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο, θυμὸν ἀχεύων. τοῖσι δʼ ἀνιστά- μενος μετέφη κρατερὸς Διομήδης.” 29. ἀκήν] ἄγη τίς ἐστιν· οἱ γὰρ ὑπερβάλλοντες θαυμασμοὶ ἐκπλήσσουσι, πᾶσα δὲ ἔκπληξις σιωπὴν ἄγει, ὡς καὶ τὸ “βῆ δʼ ἀκέων” (Il. 1, 34) ἀντὶ τοῦ ἐκπλαγείς. ἢ ἀχήν τίς ἐστι, παρὰ τὴν ἀχανίαν. 32. *Ἀρίσταρχος διὰ τοῦ η μαχήσομαι. 33. ἢ θέμις ἐστὶν] ὡς νόμος ἐστὶν ἐν ἐκκλησίᾳ τὸν βουλόμενον ἀκωλύτως λέγειν, ὥσπερ ἐν δημοκρατίᾳ. ἐπὶ δὲ τὸ ἀγορῇ στικτέον, ὡς νόμος ἐστὶν ἐκκλησίας μετὰ παρρησίας λέγειν. Σέλευκον μέντοι φασὶν ἐπὶ τὸ ἄναξ διαστέλλειν. 34. *ὄτι τῶν κατὰ τὴν ἐπιπώλησιν ἐπιπληκτικῶς εἰρημένων μέμνηται. περὶ τῆς δυνάμεώς μου ὠνείδισας ἐν τοῖς Ἕλλησιν ὡς ἀσθενε- στάτου. ἤτοι δὲ ἐν ἤθει λέγει. τὴν μέντοι ἀναφορὰν ἔχει ταῦτα ἐπὶ τὰ ῥηθέντα ὑπὸ Ἀγαμέμνονος ἐν τῇ Δ ῥαψῳδίᾳ (370) “ὦ μοι Τυδέος υἱὲ δαίφρονος ἱπποδάμοιο, τί πτώσσεις;” *τὸ ἐν Δαναοῖσιν ἴσως τις ἀξιώσει τοῖς ἑξῆς συνάπτειν· ἀλλ᾿ οὐ κατεπείγει. 36. *οὕτως Ἀρίσταρχος, ἠμὲν νέοι ἠδὲ γέροντες. γράφεσθαι δέ φησι καὶ ἡγήτορες ἠδὲ μέδοντες. ὅτι Ζηνόδοτος γράφει ἡγήτορες ἠδὲ μέδοντες. βέλτιον δὲ καθολικώτερον γεγράφθαι· καταλείπεται γὰρ ἐν πᾶσιν ἡ δόξα τἀνδρός. καὶ ὅτι νῦν γέροντας τοὺς καθʼ ἡλικίαν, ἐπεὶ μικρῷ πρό- τερον τὸν Νέστορα αὐτὸς ἐσεσώκει ἐν τῷ πολέμῳ. 37. διάνδιχʼ ἔδωκε] τὴν τιμὴν εἰς δύο διελὼν καὶ μερίσας τὸ ἕτερόν σοι ἔδωκε· λέγει δὲ τὸ βασιλεύειν. 39. *τὸ ὅτε ἀντὶ τοῦ ὅπερ. 43. *πάρ τοι ὁδός] εὐμαρής ἐστί σοι ὁδός. νῆες δέ τοι] ὅτι ἀπὸ κοινοῦ τοῦ πάρ τοι ὁδός τὸ πάρεισί σοι. ὅπερ οὐ συνέντες τινὲς προστεθείκασι τὸν ἑξῆς.