# Scholia in Iliadum 1.180-2-195

Scholia in Homerum, Scholia in Iliadum, 1.180 to 1.195. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.180-2

639. θρασυμέμνονα] τολμηρὸν, θρασὺν ἐν τῷ μένειν, ἢ θρασέως ὑπομένοντα ἐν τῇ μάχῃ. 648. *ὅτι θηλυκῶς τὴν Ἴλιον. 654. κλυτοπώλῳ] ἐνδόξους ἵππους ἔχοντι, ἢ οὗ κλυτή ἐστιν ἡ ἐπιπώλησις, οἷον ἀκουστὴ διὰ τὰς ἐπὶ τοῖς ἀποθνήσκουσιν οἰμωγάς. ἢ ἔοικε τῷ ἐπιθέτῳ καὶ κατὰ τοῦ Ἅιδου κεχρῆσθαι διὰ τὴν τῆς Περσεφόνης ἁρπαγήν. ἢ κλυτοπώλῳ τῷ ἱππικῷ. ἁρμόδιον δὲ τὸ ἐπίθετον τῷ ἅμα νοήματι τὰ πανταχοῦ ζῶα καταλαμβάνοντι. 656. καὶ τῶν μὲν ἁμαρτῇ] τὸ ἁμαρτῇ δασέως. περισπᾶ δὲ καὶ ὁ Ἀσκαλωνίτης καὶ οἱ πλείους. ὀξύνει δὲ ὁ Ἀρίσταρχος, βουλό- μενος αὐτὸ τοῦ ἁμαρτήδην ἀποκεκόφθαι· διὸ καὶ κατʼ αὐτὸν χωρὶς ποῦ ῑ γεγράψεται. ἐπικρατεῖ μέντοι τὸ περισπώμενον, γενόμενον παρὰ τὸ άμα καὶ τὸ ἀρτῶ. 657. *ἐκ χειρῶν ἤϊξαν] ὅτι τὰ δόρατα ἤϊξαν. 661. * Ἀρίσταρχος μετὰ τοῦ ν βεβλήκειν. 661, 662. βεβλήκει] ὅτι ἀκαταλλήλως· ἔδει γὰρ εἰπεῖν, μαιμώ- ωσα ὀστέῳ ἐγχριμφθῆναι. μαιμώωσα] ἐνθουσιῶσα καὶ ὀξέως ὁρμῶσα. ἢ τοῦ αἵματος γευ- στικῶς ἔχουσα, τοῦ μ πλεονάζοντος. 665. *τὸ μὲν οὔτις] ἔν τισι τό οἱ οὔτις. στικτέον ἐπεφράσατο ἢ βραχὺ διασταλτέον, ἵν᾿ ᾖ ἐκ παραλ- λήλου τὸ ἐπεφράσατο καὶ ἐνόησεν. 667. *σπευδόντων] συναπτέον, οἷον ἐπειγομένων αὐτὸν ἐπιβῆναι. *πόνον] πάλιν πρὸς τὸν πόνον. 670. *ὅτι οἱ νεώτεροι τλήμονα τὸν ἀτυχῆ, ὁ δὲ Ὅμηρος τὸν ὑπομενητικὸν, ἀπὸ τοῦ τλῆναι. 672, 673. ἢ—ἦ] ὁ μὲν πρότερος κεῖται ἀντὶ τοῦ πότερον, διὸ ἐγκλιτέον· τὸν δὲ δεύτερον περισπαστέον. 683. Χρομίον] παροξυτόνως, Ἅλιον προπαροξυτόνως. εἴπομεν τὰ τοιαῦτα τριβράχεα ἐπὶ κυρίων παροξύνεσθαι, καὶ ἐσημειούμεθα τὸ Ἅλιος Ξένιος Κρόνιος. ἐπεκράτησε δὲ καὶ κατὰ τὴν Ὁμηρικὴν ἀνάγνωσιν τὸ Ἅλιος προπαροξυνόμενον. 684. ἕλωρ Δαναοῖσιν] ὅτι οὐ πάντως βρῶμα, πρὸς τὸ “ἑλώρια τεῦχε κύνεσσιν” (Il. 1, 4). 695. *Πελάγων] Πτολεμαῖος ὁ τοῦ Ὀροάνδου διὰ τοῦ σ Σελάγων. 697. * ἀμπνύνθη] ἔν τισι διὰ τοῦ ε ἐμπνύνθη γρ. 698. κεκαφηότα] ἐκπεπνευκότα· κάπος γὰρ τὸ πνεῦμα, ἔνθεν καὶ κῆπος ὁ περιπνεόμενος τόπος.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
