# Scholia in Iliadum 1.180-184

Scholia in Homerum, Scholia in Iliadum, 1.180 to 1.184. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.180

280, 281. ὑποστικτέον ἐπὶ τὸ ἐσσί καὶ μήτηρ, τοῦ ἀλλά πρὸς μὲν τὴν σύνδεσιν πλεονάζοντος, μόνην δὲ ἐναντίωσιν παριστάντος. δύναται δέ τις τὸ μὲν ἐσσί ὑποστίζειν, τὸ δὲ μήτηρ στίζειν, ἵνα ὁ δέ περισσεύῃ, ἀπʼ ἄλλης δὲ ἀρχῆς “ἀλλʼ ὅδε φέρτερός ἐστι.” βέλτιον δὲ τὸ πρότερον. 289. πᾶσι δὲ σημαίνειν] ἴδιον τῶν θυμουμένων ἐπανακυκλοῦν τὰ αὐτά· οὐδέποτε γὰρ οἴονται ἱκανῶς εἰρηκέναι οἱ θυμούμενοι. καλεῖται δὲ τὸ σχῆμα ἐπιβολὴ, ἐν μιᾷ περιόδῳ ἀρχὰς πλείους ἐπιφερόμενον. οὕτως ἔχει καὶ τὸ “ἐν δʼ ἔρις, ἐν δὲ κυδοιμός” (Il. 18, 535). 290, 291. ὑποστικτέον ἐπὶ τὸ ἐόντες, ἐπὶ δὲ τὸ ὀνείδεα μυθή- σασθαι στικτέον· οὐδὲν γὰρ ἐλλείπει, ὡς ὠήθησάν τινες. ἀνα- φέρεται δὲ ταῦτα ἐπὶ τὸ “οὔποτ᾿ ἐς πόλεμον” καὶ “οὔτε λόχονδʼ ἰέναι” (226). τοῦ δευτέρου οὖν στίχου πευστικῶς ἀναγινωσκομένου γίνεται ὁ λόγος τοιοῦτος· εἰ δὲ πολεμικὸν αὐτὸν ἐποίησαν οἱ θεοὶ, ἆρα ὀφείλει διὰ τοῦτο ἄλλοις ὀνειδίζειν καὶ κακῶς λέγειν ἡμᾶς τοὺς βασιλεῖς; 290. * ὅτι συνήθως ἑαυτῷ προθέουσι τὰ ὀνείδη. 293. οὐτιδανός] ὡς πευκεδανός, ληθεδανός. οἱ δὲ, οὔτις οὐτιδανός ὡς οὐδαμινός. μέγιστον δὲ ὄνειδος ἡγεῖται τὴν δειλίαν.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
