Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Ζ.
Scholia in Homerum, Scholia in Iliadum 1.184-2
Not analysed yet
459. εἴπῃσιν] ὅτι τὸ εἴπῃσιν ἀντὶ τοῦ εἴποι ἄν. ἡ δὲ ἀναφορὰ πρὸς Φιλητᾶν γράφοντα “θρώσκων τις κατὰ κῦμα μέλαιναν φρῖχ ὑπαλύξει” (Il. 21, 126). οὗτος γὰρ μὴ νοήσας ὅτι τὸ ὑπαΐξει ἐστὶ τὸ ἐφορμῆσαι ὑπὸ τὴν φρῖκα, τουτέστι τὸ τοῦ ὕδατος ἐπανάστημα, ὃς φάγοι ἂν Λυκάονος τοῦ δημοῦ, τὴν φρῖκα ἐδέξατο, τὴν ὑπὸ τοῦ ψύχους γινομένην φρίκην, καί φησι τοὺς πιμελώδεις τῶν ἰχθύων ὑπομένειν τὸ ψῦχος, ὥστε ὃς ἂν τὸ τοῦ Λυκάονος λίπος φάγοι, ἐκ- κλίνει τὴν φρίκην.