# Scholia in Iliadum 1.184-191

Scholia in Homerum, Scholia in Iliadum, 1.184 to 1.191. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.184

312. ὄζῳ ἐπ᾿ ] δύναται καὶ ἀναστρέφεσθαι. πιθανώτερον δὲ συν- τάσσειν τῇ μετοχῇ τὴν πρόθεσιν διὰ τὴν ἔμφασιν. ὑποπεπτηῶτες] ὑφ᾿ ἓν τοῦτο. εἴρηται δὲ διὰ τὴν ἀσθένειαν τῶν νεοσσῶν. 314. τετριγῶτας] ὅτι Ζηνόδοτος γράφει τιτίζοντας. εὐτελὴς δὲ ἡ λέξις· κατὰ φύσιν γὰρ φθεγγόμενοι οἱ νεοσσοὶ τιτίζουσιν, οἱ δὲ κατεσθιόμενοι τρίζουσιν. 316. πτερύγος] παροξυτόνως. καὶ ὁ μὲν κανὼν θέλει προπαροξυ- τόνως, ὡς δοίδυκος· ἀλλ᾿ ἐπειδὴ οὕτως δοκεῖ τονίζειν τῷ Ἀριστάρχῳ, πειθόμεθα αὐτῷ ὡς πάνυ ἀρίστῷ γραμματικῷ. ἀμφιαχυῖαν] μετοχή ἐστι· διὸ προπερισπαστέον. σημειωτέον δὲ τὸν ἐν ἀρχῇ χρόνον, ὅτι συνεστάλη τὸ ᾱ. 318. ἀρίζηλον] ὅτι Ζηνόδοτος γράφει ἀρίδηλον, καὶ τὸν ἐχόμενον προσέθηκεν. τὸ γὰρ ἀρίδηλον ἄγαν ἐμφανὲς, ὅπερ ἀπίθανον. ὃ γὰρ ἐὰν πλάσῃ, τοῦτο ἀναιρεῖ. λέγει μέντοι γε ὅτι ὁ φήνας αὐτὸν θεὸς καὶ ἄδηλον ἐποίησεν. 319. * ἀθετεῖται· προείρηται δὲ ἡ αἰτία. 320. θαυμάζομεν] ὅτι ἀντὶ τοῦ ἐξεπληττόμεθα οὐχ ὡς ἐνίοτε τίθησιν ἀντὶ ψιλοῦ τοῦ θεάσασθαι. 323. τίπτ᾿ ἄνεῳ ἐγένεσθε] κατὰ στέρησιν τῆς ἰωῆς, ὅ ἐστι φωνῆς· ὧδε δὲ μετὰ τοῦ ῑ, οἷον οἱ ἄνεῳ, ἐπὶ δὲ τοῦ “ἡ δ᾿ ἄνεω δὴν ἧστο” (Od. 23, 93) δίχα τοῦ ῑ. 328. αὖθι] ὅτι τὸν τοῦ Κάλχαντος λόγον μεταλαβὼν ἐποίησεν ἐπὶ τῆς Αὐλίδος, αὐτὸς ὢν ἐπὶ τῆς Τροίας. διὸ κέχρηται τῷ αὖθι τοπικῷ ἀντὶ τοῦ αὐτόθι ὅπου νῦν ἐσμέν.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
