Ancient Greek
Volume 1, ΕΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΛΑ.
Scholia in Homerum, Scholia in Iliadum 1.185
Not analysed yet
294. εἰ δὴ σοὶ πᾶν ἔργον] οὕτως ὀρθοτονητέον τὴν ἀντωνυμίαν· ἀντιδιασταλτικὴ γάρ ἐστιν. διδάσκει καὶ ἡ γραφὴ διὰ τοῦ σ οὖσα· εἰ γὰρ ἦν ἐγκλιτικὴ, ὁμοίως ἂν ἐγράφετο τῷ “εἰ δή τοι σοῦ πατρός” (Od. 2, 271) “καί τοι ἐγὼ συνέριθος” (Od. 6, 32). περὶ δὲ ταύτης τῆς ἀναγνώσεως ἐντελέστερον διαληψόμεθα ἐν τῇ Γ τῆς Ὀδυσσείας (50), ὅταν περὶ τῆς Ζηνοδοτείου γραφῆς ἐπιζητῶμεν, πότερον “τοῦ ἕνεκα σοὶ προτέρῳ” ἢ “τοῦ ἕνεκά τοι.”