Ancient Greek
1.187 to 1.192
Scholia in Homerum, Scholia in Iliadum 1.187-2-192
Not analysed yet
367. *ἅσσ’ ἔλαχόν γε] γράφεται καὶ ἅσσα λέλογχα. ὅτι παραπλησίως καὶ κατʼ ἀρχὴν τῆς μήνιδος λέγει “τῶν δʼ ἄλλων ἅ μοί ἐστι” (Il. 1, 300). τὰ μὲν γὰρ ἄλλα κατὰ κλῆρον ἔλαβε, τὴν δὲ Βρισηίδα ἐξαίρετον παρʼ Ἀγαμέμνονος. 368. *ἐφυβρίζων] γράφεται καὶ ἐνυβρίζων. 371. ἐξαπατήσειν] διὰ τί ἐξηπατῆσθαί φησιν ὁ Ἀχιλλεὺς ὑπὸ τοῦ Ἀγαμέμνονος, ἀφαιρεθεὶς δὲ τοῦ γέρως; ἥκιστα γὰρ ἡ ὕβρις ἀπάτη. ἢ ὅτι τέως φίλος ὢν ἀνεφάνη ἐχθρὸς, ταύτην λέγει τὴν ἀπάτην, παρακελευόμενος τῷ Ὀδυσσεῖ φυλάττεσθαι καὶ μὴ προσέ- χειν ὡς φίλῳ. καὶ τὸ δόντα μέντοι ἔπειτα ἀφελέσθαι ἀπάτη ἐστίν· ὃ γὰρ ἔφησεν, οὐκ ἐποίησεν. 372. αἰὲν ἀναιδείην ἐπιειμένος] δύναται μὲν συνάπτεσθαι τῷ ἐπάνω στίχῳ, ὡς καὶ τέτριπται. βέλτιον δὲ καθʼ αὑτὸ προφέρεσθαι· μᾶλλον γὰρ ἐμφαίνει τὸν ὀργιζόμενον. 375. ἐκ γὰρ δή] παρατηρητέον ὅτι ἐμφαντικώτεροι γίνονται οἱ λόγοι θᾶσσον διακοπτόμενοι· ἡ γὰρ ὀργὴ μᾶλλον παρίσταται διὰ τοῦ τοιούτου. ἐν γοῦν τοῖς τέσσαρσι στίχοις ἐφεξῆς ὀκτώ εἰσιν αὐτο- τελεῖς λόγοι καὶ τοσαῦται αἱ στιγμαὶ, ἕως τοῦ ἐν καρὸς αἴσῃ. 376. ἐξαπάφοιτʼ] ἐξαπατήσειεν. ἡ μεταφορὰ ἀπὸ τῶν ταῖς ἁφαῖς φιλοφρονουμένων. εὐηθείας γάρ ἐστι τὸ ἅπαξ ἀπατηθῆναι ὑπὸ φίλου, τὸ δὲ δὶς μωρίας. ὅρα δὲ ὡς ἐπιμένει πάλιν τῇ ἀφαιρέσει.